1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

51

πλήθει παρόντι πολλῷ ἔφασκες ἐκπέμψαι καὶ ἐξορύξαι οἱ τοὺς ὀφθαλμούς. ταῦτ' ἐκεῖνος ἐμάνθανε καὶ παρὰ πολλῶν τῶν λεγομένων ἤκουε, καὶ ἐδάκνετο τὴν ψυχὴν καὶ ἐδειλία τὴν τιμωρίαν καὶ ἀποφυγεῖν ἐπέσπευσε τὴν ποινήν.» «καὶ διὰ τί,» ἔφη ὁ βασιλεύς, «οὐκ ἐν τοῖς ἡμετέροις προσεκαρτέρει, καὶ εἰ παθεῖν ἔμελλε τὰ δεινὰ ταῦτα, τῆς ἐπὶ τῆς ἀλλοδα πῆς εὐπραγίας τὴν ἐν τοῖς ἰθαγενέσι προτιμῶν δυσπραγίαν;» «οὐκ ἔστι τοῦτο ψυχῆς ἀνθρωπίνης,» ἔφην, «ὦ βασιλεῦ. δεινὰ μὲν γὰρ παθεῖν καὶ περιπεσεῖν συμφοραῖς ἔνιοι ἂν ἱκανοὶ φανῶσι, στερροτέρου γεγενημένοι φρονήματος καὶ οἷον εἰπεῖν ἀπροσπαθοῦς ἐν τοῖς τοῦ βίου πράγμασι· τὸ δὲ περὶ αὐτῇ τῇ ζωῇ δεδιέναι καὶ ἀκρωτηριασμὸν τῶν και ριωτέρων σωματικῶν μερῶν προσδοκᾶν, οὐμενοῦν δοκεῖ τινα ἐν τούτοις προσκαρτερεῖν, ἀλλὰ τὸν περὶ ψυχῆς τρέχων ἀποφυγγάνει τῶν δεινῶν ὅση δύναμις.» ταῦτ' εἰπόντες σεσιωπήκαμεν. καὶ μετὰ βραχὺ «τί δὲ οἴει» ὁ βασιλεὺς ἔφη «τοῦτον ποιῆσαι;» ἐγὼ δὲ ἔφην ὡς «μικρὸν ὑπολαμβάνω παρὰ τὸν περσάρχην προσκαρτερήσας ἀποστελεῖ συμπαθείας πρὸς τοῦ σοῦ κράτους ἀξιωθῆναι, ἔχων καὶ τὸν περσάρχην ἐπὶ τῇ ὑποθέσει μεσολαβοῦντα, ζητήσει δέ σε ὅρκον εἰς τὴν τῆς ἀληθείας βεβαίωσιν, οὗ ἄνευ οὐκέτι μοι δοκεῖ παρὰ σὲ ἀφικέσθαι.» ἐν τούτοις ἦν τεταραγμένος ὁ βασι λεύς, ἐν ἀμφιβόλοις τυγχάνων τοῖς πράγμασιν. ὡς δὲ μετ' ὀλίγας τινὰς ἡμέρας γραφαὶ πρὸς τὸν βασιλέα ἐπέμφθησαν πρὸς τῶν στραταρχούντων ἐν Βιθυνίᾳ καὶ Μεσοθυνίᾳ- αἱ δὲ γραφαὶ τοῦ μεγάλου κονοστάβλου ἐτύγχανον πρὸς αὐτούς, περιλήψεως ἔχουσαι οὕτως-πρὸς ἕνα δὲ ἕκαστον τῶν τοιούτων ἐγεγραφήκει-ὡς «ἐγὼ τὸν ἐκ τοῦ βασιλέως φόβον ἐν τῇ καρδίᾳ μου σχὼν καὶ δεδιὼς μή πού τι πάθω δεινόν, φυγῇ ἐχρησάμην· ὑμεῖς δὲ φρονίμως καὶ ἀνδρικῶς τῶν στρατιωτικῶν ὑμῖν πραγμάτων ἀντέχεσθε, καὶ αἱ φυλα καὶ τῶν πολιχνίων καὶ ἄστεων ἀσφαλεῖς ἔστωσαν, καὶ ἡ τῆς ἁπάσης χώρας προσοχὴ καὶ συντήρησις παρ' ὑμῶν ὡς ἔθος γινέσθω, καὶ καθὼς ἐπράττετε μετ' ἐμοῦ, καὶ αὖ θις ποιεῖτε.» καὶ ἡ ἐπιγραφὴ τὸν μέγαν κονοστάβλον ἐσήμαινε. ταύτας ὁ βασιλεὺς θεασάμενος τὰς γραφὰς ἱλα ρῶς διετέθη πρὸς τὴν ὑπόθεσιν καὶ τοῖς λόγοις μου ἐμπε πίστευκεν.

65 Ἐνταῦθα δὲ τοῦ λόγου γενόμενοι τὰ τῆς ἱστορίας, ὡς δέον ἐστίν, ἐμπλατύνομεν· πολλῶν γὰρ λόγων ἄξια τὰ ἐν τῇ φυγῇ γεγενημένα τοῦ Κομνηνοῦ Μιχαήλ. ἐπεὶ γὰρ οὗτος ἐν τοῖς οἰκήμασι τῶν Τουρκομάνων ἀφίκετο-ἔθνος δὲ τοῦτο τοῖς ἄκροις ὁρίοις τῶν Περσῶν ἐφεδρεῦον, καὶ ἀσπόνδῳ μίσει κατὰ Ῥωμαίων χρώμενον καὶ ἁρπαγαῖς ταῖς ἐκ τούτων χαῖρον καὶ τοῖς ἐκ πολέμων σκύλοις εὐφραι νόμενον, καὶ τότε δὴ μᾶλλον, ὁπότε τὰ τῶν Περσῶν ἐκυ μαίνετο καὶ ταῖς ἐκ τῶν Ταχαρίων ἐφόδοις συνεταράττετο -τῷ Κομνηνῷ Μιχαὴλ ὡς ἑρμαίῳ ἐντυχόντες τινὲς καὶ λίχνον ὄμμα τοῖς αὐτοῦ ἐπιβαλόντες πράγμασι, πάντα τὰ αὐτοῦ διηρπάκασι, χρυσὸν ἄργυρον ἵππους ὑφάσματα καὶ αὐτὰ δὴ τὰ ἐνδύματα, οἷς οἱ αὐτοῦ ἐνεδέδυντο. διαμερί σαντες δὲ καὶ πάντας τοὺς ἐφεπομένους αὐτῷ, ἕκαστος τὸν κατισχημένον εἰς οἰκείαν δουλείαν ἠγάγετο. ὁ δὲ Κομνη νὸς Μιχαὴλ μόγις τὰς χεῖρας τούτων διεκφυγὼν καὶ θεοῦ προνοίᾳ διασωθεὶς γυμνὸς ἁπάντων παρὰ τὸν περσάρχην ἀφίκετο. ὁ δὲ οὐ κατὰ νέηλυν φυγάδα τοῦτον ἐδέξατο, ἀλλ' ἀσμένως λίαν προσήκατο. τό τε γὰρ εὐγενὲς τοῦ ἀν δρὸς ἐμεμαθήκει, καὶ πάντες οἱ μετὰ τοῦ περσάρχου μεγι στᾶνες τελοῦντες τὸ εἶδος αὐτοῦ καὶ τὸ φρόνημα τεθαυ μάκασι, καὶ ὅ φησί τις τῶν παλαιῶν, τυραννίδος ἄξιον ἔκριναν. εἰς ὀλίγους γὰρ αὐτῷ ξυνιόντες λόγους ἐκ βρα χέων τὴν τοῦ ἀνδρὸς ἐπεγνώκεισαν σταθηρότητα· τήν τε γὰρ αὐτοῦ στρατιωτικὴν ἐτεκμήραντο τέχνην καὶ τὴν ἐν τοῖς πολέμοις ἀκρίβειαν καὶ ὡς οὐκ ἀδαὴς ἂν εἴη τῶν προσηκόντων ἐν μάχαις. χάριν μὲν οὖν τῶν ἐσκυλευμέ νων αὐτῷ πραγμάτων καὶ τῶν διαμεμερισμένων ὑπηρετῶν γραφαὶ τοῦ σουλτάνου, εἰ καὶ εἰς μάτην, γεγένηνται, ἵν' ἐπισυναχθεῖεν τὰ πάντα καὶ πάντες καὶ ἐπικομισθεῖεν αὐτῷ.