52
Ἐπεὶ δὲ ἐπὶ ξυροῦ ἀκμῆς τὰ τῆς μάχης σφίσιν ἐφίστατο -οἵ τε γὰρ Ταχάριοι τὰ πλείω τῆς χώρας τῶν Μουσουλ μάνων ληϊσάμενοι περὶ τὰ Ἄξαρα ἐστρατοπεδεύσαντο, πᾶσα δὲ ἀνάγκη ἦν καὶ πρὸς μάχην τοὺς Πέρσας ἀντιστῆναι τοῖς Ταχαρίοις-τὸν μὲν Κομνηνὸν Μιχαὴλ εἰς ἡγεμόνα τῶν Χριστιανικῶν στρατευμάτων οἱ Πέρσαι εἶναι διετάξαντο. ὁ δὲ ἐπεὶ ἐν ἀλλοδαπῇ ἐτύγχανεν ὤν, συμμαχεῖν μὲν Μου σουλμάνοις ἀπευκταῖον ἡγεῖτο, μή ποτε, ὡς ἔφασκεν οὗτος, ἐν μάχῃ πεσόντος εὐσεβὲς αἷμα αἵμασι συγκραθείη ἀνοσίοις καὶ ἀσεβέσι, χάριτι δὲ θείᾳ ἀναρρωσθεὶς καὶ γενναῖον ἀνα λαβὼν φρόνημα πρὸς τὴν μάχην ἐξώρμησε. τὸ μὲν οὖν μέρος τοῦ στρατεύματος τὸ παρὰ τοῦ Κομνηνοῦ Μιχαὴλ τεταγμένον τοὺς ἀντιτεταγμένους αὐτῷ Ταχαρίους κατὰ κράτος νενίκηκε, τοῦ Μιχαὴλ αὐτοῦ πρώτως δόρατι παρὰ μαζὸν βαλόντος τὸν τοῦ στρατεύματος προηγούμενον, ὅς, καθάπερ ἔφησαν οἱ γινώσκοντες, μετὰ μικρὸν ἐκ τῆς βολῆς ἐτεθνήκει. καὶ ἦσαν μὲν ἐκ τοῦ κρατουμένου μέρους τοῦ Κομνηνοῦ ἐκνενικημένοι οἱ Ταχάριοι καὶ πρὸς φυγὴν ἤδη ἐχώρουν. ἀνὴρ δέ τις τῶν ἐν Πέρσαις περιωνύμων, τὴν ἀξίαν ἀμυραχούρης-μέγα δὲ τοῦτο παρὰ Πέρσαις- ἀπιστίαν περὶ τὸ αὐτοῦ γένος ἐγκυμονῶν ἐκ μακροῦ τότε ταύτην ἐξώδινε, καὶ τὸ ὑφ' αὑτὸν ἅπαν συλλαβὼν στρά τευμα τοῖς Ταχαρίοις προσώρμησε. καὶ τὸ ἐντεῦθεν τἀναν τία ἦν ἰδεῖν· οἱ γὰρ πρὸ μικροῦ διώκοντες ἔφευγον καὶ νῶτα ἐδίδουν τοῖς ἐναντίοις πλήττεσθαι. ἔπιπτον γοῦν οἱ Πέρσαι συχνοὶ τοῖς τῶν Ταχαρίων πληττόμενοι βέλεσι. μέχρι μὲν οὖν μακρῶν διαστημάτων τὴν δίωξιν οἱ νενικη κότες πεποίηνται. ὁ γοῦν Κομνηνὸς Μιχαὴλ συμβὰν οὕτω τῷ μεγίστῳ στρατοπεδάρχῃ τῶν Περσικῶν στρατευμάτων, ὃν πεκλάρπακιν οἴδασιν οἱ Πέρσαι καλεῖν, ξυνῄει κατὰ τὴν ὁδόν, καὶ ἐπορεύοντο πάνυ πλείους ἡμέρας ἐφεπομένους ἑαυτοῖς τοὺς πολεμίους ἔχοντες καὶ καθ' ὥραν μαχόμενοι. ἐπεὶ δὲ ἡ τοῦ λεγομένου οἰκία πεκλάρπακι περὶ τὴν Καστά μοναν ἐτύγχανεν οὖσα, ἐκεῖσε σπεύσαντες ἐγεγόνεισαν. τὸ δὲ Ταχαρίων γένος πᾶσαν τὴν ὑπὸ τοὺς Μουσουλμάνους κατέδραμε χώραν. ἀλλ' ἐνταῦθα μὲν ὁ περὶ τούτων λό γος ἀναμεινάτω, ἐχέσθω δὲ τῶν προτέρων, ἵνα καὶ καθ' εἱρμὸν τὰ τῆς ἱστορίας προΐοι.
66 Ὁ μὲν οὖν βασιλεὺς Θεόδωρος ἐπεὶ περὶ τῶν γεγενημένων ἐν τῇ τῶν Μουσουλμάνων ἐπύθετο χώρᾳ, οὐ περὶ τούτων μᾶλλον ἔχων φροντίδα ἢ περὶ τῶν αὐτοῦ -κίνδυνον γὰρ οὐ σμικρὸν τοῖς Ῥωμαϊκοῖς ἐπισυμβαίνειν ὑπετόπασε χώροις- ἔσπευσε πρὸς τὴν ἕω παλινοστῆσαι· καὶ δὴ πᾶσαν τῆν Ῥωμαϊκὴν στρατιὰν μεθ' ἑαυτοῦ προσ λαβὼν τῆς πρὸς τὴν ἕω φερούσης ἐφήπτετο. καταλελοίπει δὲ ἔν τε τῇ Θεσσαλονίκῃ καὶ τοῖς κατὰ δυσμὴν μέρεσιν ὡς πρὸς φύλαξιν δῆθεν τῆς χώρας τὸν πρὸς πάππου θεῖον αὐτοῦ τὸν Λάσκαριν Μιχαήλ, μικρόν τι καὶ εὐσύνοπτον ἐκ Παφλαγόνων στράτευμα ἐπιδοὺς αὐτῷ κἀκ τοῦ Σκυθικοῦ ὅσον εἰς τριακοσίους ἠριθμημένον, τοῦ δὲ Πριλάπου καὶ τῶν περὶ αὐτὸν στρατευμάτων τὸν ὃν εἶχε σκουτέριον Ξυλέαν ὠνομασμένον, φερωνύμως τὴν κλῆσιν νὴ τὴν Θέμιν ἔχοντα, εἰς δὲ τὸν Βελεσὸν καὶ τὰ περὶ αὐτὸν τὸν Καλαμ πάκην Θεόδωρον, ὃν καὶ τατᾶν τῆς αὐλῆς κατωνόμαζον, τὸν δὲ Χαβάρωνα Κωνσταντῖνον εἰς ἡγεμονίαν τοῦ Ἀλβάνου κατέστησεν, ἐμὲ δὲ πραίτορα χειροτονήσας πάντων αὐτῶν ἀφῆκε προΐστασθαι. τοῦτο δέ, ὡς οἶμαι, πεποίηκεν, ἵνα τῇ ἐξ αὐτοῦ μακροτέρᾳ ἀποδημίᾳ εἰς λήθην ὧν ἐπεπόνθειν γενοίμην. οὐδὲ γὰρ εἶδέ με πώποτε μετὰ τὰς πληγὰς ἐλευθεριάσαντα καὶ λόγοις χαροπωτέροις ὡς εἰώθειν πρὸς αὐτὸν χρήσασθαι. ἵνα γοῦν τῇ χρονίῳ ταύτῃ διατριβῇ τῆς ψυχῆς ἡ σκυθρωπότης διαλυθείη μοι, πέπραχε τοῦτο, τάχα δὲ καὶ ὡς δυσχεραίνων ἦν τὴν ξυναυλίαν μου βαρυνόμενος· προσέκρουον γὰρ αὐτῷ πολλάκις ἐφ' οἷς ᾔδειν οὐ κατὰ λόγον οὐδὲ κατὰ δίκαιον διαπράττεσθαι θέλοντα.
67 Ὁ μὲν οὖν βασιλεὺς πρὸς τὴν ἕω ἀπῄει, ἐγὼ δὲ καταλελείμμην τοῖς ἐν δυσμῇ. τῆς γοῦν Θεσσαλονίκης ἐξιὼν ἀφικόμην περὶ τὴν Βέρροιαν· ἐκεῖσε γὰρ