1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

55

ἄμφω βουλὴν ποιησάμενοι κατὰ τῆς Βερροίας ὡρμήκασιν, οὐχ ἵνα μαχέσωνται ταύτην-οὐδὲ γὰρ ἐξῆν αὐτοῖς τοιοῦτόν τι διαπράττεσθαι-ἀλλ' ἵνα λείαν τὰ περὶ ταύτην ποιήσωνται. καὶ ἐσκύλευσαν πολλά· ζώων γὰρ πληθὺν οὐκ εὐχερῶς ἀριθμουμένην οἱ ἀμφ' αὐ τοὺς ἐληΐσαντο. Ἐν οἷς δὲ οὗτοι ταῦτα ἐποίουν, ὁ τῶν Σέρβων ἄρχων τὴν τοῦ ἀποστάτου Μιχαὴλ ἀνταρσίαν μαθών, γένος ἔκσπον δον καὶ μηδέποτε εἰδὸς χάριν τοῖς εἰς αὐτὸ ἐπιδειξαμένοις χρηστόν, ἀλλὰ διὰ μικρόν τι κέρδος τὸ φιλίας ἀπορρῖπτον καὶ καταπατοῦν κύπελλον, στράτευμα συναθροίσας ὡς εἰς χιλίους ἠριθμημένον κατὰ τῶν Ῥωμαϊκῶν ἐκπέπομφε χώρων. οὗτοι μὲν οὖν τὴν Κύτζαβιν παραμείψαντες τὰ πέριξ τοῦ Πριλά που ἐσκύλευον. ὁ δὲ σκουτέριος Ξυλέας μετὰ τοῦ ὑπ' αὐτὸν στρατεύματος ἐγγύς που τοῦ ἄστεος κείμενος, ὡς εἶδε τὸ τῶν Σέρβων στράτευμα τὴν χώραν ληΐζον καὶ πυρὰ πανταχοῦ ἀναπτόμενα, ἄνθρωπος ἀδαὴς τὰ πολεμικὰ καὶ μηδ' ὅλως ἐμ πειρίαν ἔχων στρατιωτικήν-οὔτε γὰρ σκοποὺς εἶχε μακρὰν ὡς πόρρωθεν μαθεῖν τὴν τῶν πολεμίων ἔφοδον, οὔτε ξυν τάξαι στράτευμα ἐπεγνώκει-ἀπέλυσεν ἕκαστον κατὰ τῶν Σέρβων ὁρμᾶν ὡς ἐβούλετο. διαλυθέντες γοῦν τῆς συντάξεως καὶ ὀλίγοι τοῖς Σέρβοις πλείοσιν οὖσιν ἡλίσκοντο συμπλε κόμενοι, καὶ οἱ μὲν ἔργον μαχαίρας ἐγένοντο, οἱ δὲ ἐζω γροῦντο καὶ δεσμῶται ἀπήγοντο. ὕστερον δὲ καὶ αὐτὸς ὁ Ξυλέας σκουτέριος μετὰ τῶν ὑπολειφθέντων στρατιωτῶν κατὰ τῶν Σέρβων ὁρμήσας μόγις που διεσώθη, ὄρη διελθὼν καὶ βουνοὺς καὶ κρημνώδεις τόπους ὑπὸ τῶν ἐχθρῶν διω κόμενος. οὕτω μὲν οὖν τὸ ἐν τῷ Πριλάπῳ καταλέλυται στράτευμα, καὶ ἡμεῖς ἐγκεκλεισμένοι τῷ τοῦ Πριλάπῳ ἄστει γεγόναμεν καὶ οἷον ἐγκαθειργμένοι.

71 Οἱ δὲ περὶ τὸν Κομνηνὸν Μιχαὴλ τὸν Παλαιο λόγον καὶ οἱ περὶ τὸν Λάσκαριν Μιχαὴλ τοιάδε πεπόν θασιν. ἐπεὶ τὴν λείαν ἐν τῇ Βερροίᾳ πεποίηνται, περὶ τὸν ἐν τοῖς Βοδηνοῖς χῶρον ἐσκήνωσαν, ὁμαλόν τε ὄντα καὶ εἰς τροφὴν ἵππων χρήσιμον. ὁ ἀποστάτης δὲ Μιχαὴλ ὁ δεσπότης τὰ τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἀκριβῶς ἐγνω κώς, καὶ εἰς ὁπόσον τοῦτο ἠρίθμηται καὶ ὡς πλὴν ὀλίγου τὸ πᾶν ἐστὶν ἀνωφελὲς καὶ ἀχρήσιμον, ἐκλογὴν ποιησάμενος ἀπὸ παντὸς αὐτοῦ τοῦ στρατεύματος καὶ οἷον ἐξ ἁπάντων τοὺς κρείττους χωρίσας καὶ ὡς εἰς πεντακοσίους αὐτοὺς ἀριθμήσας, καὶ στρατηγὸν χειροτονήσας τὸν νόθον υἱὸν αὐτοῦ τὸν Θεόδωρον, κατὰ τοῦ Ῥωμαϊκοῦ στρατεύματος πέπομφεν. Ἔτυχε δὲ τῷ τότε καὶ ὁ Λαπαρδᾶς Μανουὴλ μετὰ στρατεύματος συρφετώδους καὶ ξύγκλυδος πρὸς τοῦ βασι λέως ἀποσταλεὶς τοῖς προσιοῦσιν ἡγεμόσι συγκῦρσαι, καὶ κατεμέμφετο αὐτοὺς ὡς προλαβόντας καὶ τὴν λείαν ἐργασα μένους, κἀκεῖνον δὲ ἄμοιρον γενέσθαι τοῦ κέρδους. ἐν οἷς γοῦν τὰ τοιαῦτα ξυνωμιλοῦντο οἱ τοῦ στρατεύματος ἡγε μόνες, τὸ ὑπὸ τὸν Λαπαρδᾶν Μανουὴλ συρφετῶδες στρά τευμα, ὧν οἱ πλείους ἐπωχοῦντο φορβάσι καὶ εἶχον αὐτὰς τὰ χρειώδη πεφορτισμένας, μὴ τῶν ἄλλων ἡγεμόνων εἰδό των εἴχοντο τῆς ὁδοῦ τῆς παραμειβούσης τὸ ἄστυ τῶν Βοδηνῶν, ἵνα πρότερον τῶν ἄλλων διελθόντες λείαν καὶ οὗτοι ποιήσαιντο. ξυνηντήκει γοῦν αὐτοῖς ἐν τῇ κλείσει τῶν ἐν τοῖς Βοδηνοῖς ὀρῶν τὸ ἀποσταλὲν πρὸς τοῦ ἀπο στάτου Μιχαὴλ στράτευμα πρὸς τὴν τῶν Ῥωμαίων κατα πολέμησιν. ἄνδρες γοῦν στρατιῶται γενναῖοι ὑψαύχεσιν ἵπποις ἐποχούμενοι καὶ τοῖς ὅπλοις κατάφρακτοι ἀνθρω πίσκοις ξυντυχόντες ἀόπλοις καὶ ἀγεννέσι καὶ θηλείαις ἵπποις ἐφεζομένοις ἐν ἀκαρεῖ πάντας τούτους ἐτρέψαντο. φυγάδες γοῦν ἔνιοι ἐκ τούτων γεγενημένοι καὶ πρὸς τὸν Κομνηνὸν Μιχαὴλ ἀφιγμένοι ἀπήγγειλαν αὐτῷ τὰ ξυμβάντα. ὁ δὲ οὐκ ἐθροήθη τῷ αἰφνιδίῳ, ἰσχυρὸς δὲ ὢν τὴν χεῖρα καὶ τὴν γνώμην ἀνδρεῖος καὶ τὰ μάχιμα ἔμπειρος-πολ λοῖς γὰρ καὶ πρότερον τοῖς πολεμικοῖς ἐγγεγύμναστο- ὁπλισθεὶς καὶ δόρυ λαβὼν καὶ τὸ στρατιωτικόν, ὅπερ ἦν ὑπὸ τὸν Λάσκαριν Μιχαήλ, ἐκ Παφλαγονίας ὡρμημένον, -ἐκεῖνο καὶ γὰρ μόνον ἐτύγχανε τῶν ἄλλων κρεῖττον καὶ