57
νυκτὸς οἱ τὰ ἐναντία φρονήσαντες ἡμέτεροι ἐφορμῆσαι καθ' ἡμῶν ἠβου λήθησαν ὡς ἡμᾶς τε ἀποκτενεῖν καὶ τὰ ἡμῶν ξυλλαβεῖν. ἐπεὶ δὲ αὐτὸς ταυτὶ ἐπεγνώκειν, τότε μὲν ἑαυτοὺς ἐφυλα ξάμεθα καθὼς ἦν ἡμῖν δυνατόν, ἐπιλαμψάσης δὲ ἡμέρας τῷ ἀποστάτῃ Μιχαὴλ εἰς ξυμφωνίας συνῆλθον. κἀκεῖνος μὲν πρὸς ἡμᾶς δέδωκεν ὅρκους ἐλευθέρους μὲν κακῶν καὶ μετὰ τῶν σφετέρων πραγμάτων παρὰ τοῦ μέρους αὐτοῦ εἰς τὴν χώραν διασωθῆναι τοῦ βασιλέως, ἡμεῖς δὲ τὸ μικρὸν ἐκεῖνο πρὸς αὐτὸν ἀπολελύκαμεν φρούριον. ἀλλ' ἦσαν οἱ ὅρκοι τούτου ψευδεῖς· ἐπίορκον γὰρ ὠμωμόκει. ἔσχεν οὖν ἡμᾶς ἐν δεσμοῖς καὶ ἀπὸ χώρας εἰς χώραν μεταβιβαζομένους πεδήτας. Ὁ μὲν οὖν βασιλεὺς Θεόδωρος περὶ τούτων ἀκηκοὼς ὑπετόπασε μὲν περὶ ἐμοῦ οὐ καλῶς, ἀνθρωπίνοις δὲ λο γισμοῖς ἑπόμενος ὑπετόπασεν. ὡς γὰρ ἐμεμαθήκει τοὺς κρείττους τῶν στρατηγούντων ἐν τῇ δυσμῇ, ἐν οἷς ἐθάρρει καὶ τὰ πολλά, ὑπὸ τὸν ἀποστάτην Μιχαὴλ γεγενῆσθαι, τοὺς μὲν καὶ πρὸ τῶν κατασχέσεων τῶν φρουρίων, ἤγουν τὸν σκουτέριον Ξυλέαν, τὸν Ῥαματᾶν Μανουήλ, τὸν Πουλάχαν καὶ ἄλλους ἐνίους τῶν σὺν αὐτοῖς, αὖθις δὲ καὶ μετὰ τὰς κατασχέσεις, εἴτουν τὸν ἐπὶ τῆς τραπέζης Ἰσαάκιον τὸν Νεστόγγον, ὃν αὐτὸς εἰς ἀρχήν, καθὰ προϊστορήκειν, ἀπο κατέστησα τῆς Ἀχρίδος, καὶ ἄλλους οὐκ ὀλίγους τῶν γνω ρίμων τε καὶ ὀνομαστῶν ὑπὸ τὸν ἀποστάτην ἑκόντας τελέ σαι, ἐδεδίει καὶ περὶ ἐμοῦ, μή ποτε καὶ αὐτὸς πάθω τὰ ὅμοια· ἔθραττε καὶ γὰρ τὸν αὐτοῦ λογισμὸν τὸ ἐξ ὑπογυίου συμβὰν ἐμοὶ παρ' αὐτοῦ. οἱ δὲ τὰ κατ' ἐμὲ ἀκριβέστερον ἐπιγνόντες διισχυρίζοντο μὴ ἄν ποτε τοιοῦτον φανῆναί με. ἐπεὶ δὲ χρόνος παρερρύη συχνὸς κἀκ τῶν ἐπερχομένων δεσμώτην ἐμάνθανεν εἶναί με καὶ εἱρκτῇ περικλείεσθαι ποδοκάκαις τε καὶ χειροπέδαις ξυνέχεσθαι, ἠγάπα τε τὴν πρᾶξιν καί μοι προσφιλέστερον διετίθετο, ὁρισμοὺς δὲ ἐπε ποιήκει κτημάτων πέρι τῶν ἐμῶν, μηδένα τολμῆσαί ποτε πόδα τε βαλεῖν ἐν αὐτοῖς καὶ ζημίαν ἐπεμβαλεῖν. καὶ ταῦτα μὲν οὕτως ἔσχε, τῷ δὲ βασιλεῖ Θεοδώρῳ ξυνέβη οὕτω τὰ πράγματα.
73 Ὁ μὲν οὖν τῶν Βουλγάρων ἄρχων, ὁ γυναικά δελφος αὐτοῦ Μιχαήλ, ὃς πολλὴν τὴν ἔχθραν κατά τε αὐ τοῦ τοῦ γαμβροῦ καὶ βασιλέως καὶ τῶν Ῥωμαίων ἐξέτρεφε, πρὸς τοῦ πρωτεξαδέλφου αὐτοῦ Καλιμάνου καιρίαν πλη γεὶς εἰδήσει καί τινων οἰκητόρων Τρινόβου, ἔξω που τοῦ τοιούτου διάγων ἄστεος, εὐθὺς ἐτεθνήκει. ὁ δὲ φονεύσας αὐτὸν Καλιμᾶνος τὴν ἐκείνου λαβὼν γαμετὴν ἔδοξε τὴν τῶν Βουλγάρων ἀρχὴν σφετερίσασθαι. ἀλλ' ὁ Ῥῶσος Οὖρος μετὰ στρατευμάτων ἐπελθὼν τῷ Τρινόβῳ τὴν θυγατέρα τούτου τὴν τοῦ Μιχαὴλ σύζυγον εἴληφε· τὸν γὰρ Καλι μᾶνον προύλαβόν τινες πεφονευκέναι ἐκ τόπου εἰς τόπον φεύγοντα. ἐπεὶ δὲ ἔρημος ἐναπελείφθη κληρονόμου γνησίου ἡ τῶν Βουλγάρων ἀρχή, ξυνιόντες οἱ προύχοντες εἰς βου λὴν τὸν τοῦ Τοίχου υἱὸν Κωνσταντῖνον εἰς τὸ ἄρχειν αὐ τῶν ἀναδέξασθαι ἐβουλεύσαντο. ἵνα δὲ καὶ εὐπρόσωπος αὐτῷ ἡ ἀρχὴ γένοιτο καὶ ὡς ἄν γε δόξειεν ἀπὸ κληρονο μίας κρατεῖν, πρὸς τὸν βασιλέα Θεόδωρον πρεσβείαν πε πόμφασιν, ἵνα τὴν αὐτοῦ θυγατέρα τὴν πρώτην, ἥτις καὶ Εἰρήνη κατωνομάζετο, εἰς συζυγίαν τῷ τοῦ Τοίχου Κων σταντίνῳ ἐκπέμψειε, καὶ συζευχθῇ νομίμως αὐτῷ, ἐγγόνη οὖσα τοῦ προκατάρξαντος Βουλγάρων τοῦ Ἀσὰν Ἰωάννου καὶ προσήκουσα τῇ τοιαύτῃ ἀρχῇ. ἐπεὶ δὲ ἔτυχε τὸν τοῦ Τοίχου Κωνσταντῖνον γυναῖκα νόμιμον ἔχειν, χωρισμὸν τοῦ ἀνδρὸς αὐτῆς πεποιήκασι καὶ τὴν γυναῖκα πρὸς τὸν βα σιλέα Θεόδωρον ἔστειλαν. οὕτω μὲν οὖν ἔσχε τὰ τῶν Βουλγάρων, οὕτω δὲ καὶ ὁ βασιλεὺς Θεόδωρος τὴν ἐξ αὐτῶν ἔσχεν εἰρήνην, καὶ ἠρέμησαν ἐν ἀμφοτέροις τὰ πράγματα.
74 Μετὰ δὲ ταῦτα νόσῳ δεινῇ ὁ βασιλεὺς Θεόδω 74 ρος περιπέπτωκεν. ἀπέκαμον οὖν ἐν ταύτῃ καὶ ἰατρῶν χεῖρες, καὶ πᾶσά τις ἄλλη θεραπεία ἀπείρηκεν. ἐν οὐκ ὀλίγῳ γοῦν χρόνῳ τῇ νόσῳ κατεξετασθεὶς καὶ τὸ σῶμα ἅπαν κατασκελετευθεὶς ἐν τῷ τέλει τε λόγον μετανοίας ἐν ἑαυτῷ προσλαβὼν τὸ μοναδικὸν ὑπεισῄει σχῆμα.