1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

58

ὡς δὲ οἱ τὰ κατ' αὐτὸν ἀκριβῶς τεθεαμένοι μοι διηγήσαντο, καὶ ἐξομολόγησιν ἐπεποιήκει ψυχῆς ἀξίαν γενναίας καὶ μεγα λόφρονος. τὴν γὰρ εὐαγγελικὴν μιμησάμενος πόρνην, τὸν τῆς Μιτυλήνης ἀρχιερατικῶς προϊστάμενον εἰς τὴν τῶν αὐτοῦ σφαλμάτων ἐξαγορίαν μετακαλεσάμενος ἔμπροσθεν τῶν αὐτοῦ ποδῶν πίπτει πρὸς τοὔδαφος, καὶ δακρύων ἀπλέτοις ῥεύμασι τὴν γῆν ἐν ᾗ κατέκειτο ἔπλυνεν, ὥστε καὶ πηλὸν γεγενῆσθαι ἐκ τούτων, καθὼς οἱ κατιδόντες ταῦτα σαφῶς ἡμῖν παρεστήσαντο, καὶ τὸ «ἐγκατέλιπόν σε Χριστέ» συχνῶς ἐπεφώνει, τοῖς τῆς ἐξαγορίας λόγοις τοῦτο συμπαραπλέκων. ἐκεῖνος μὲν οὖν οὕτω *** βιώσας καὶ μήπω ὅλους τέτταρας ἐνιαυτοὺς αὐτοκρατορήσας· κατὰ Νοέβριον γὰρ ἄρξας ἐν Αὐγούστῳ μηνὶ τὸ τέλος ἔσχηκε τῆς ζωῆς. ὁ μὲν οὖν νεκρὸς αὐτοῦ ἐν τῇ τῶν Σωσάνδρων ἀπεκομίσθη μονῇ καὶ ἐτάφη ἐκεῖσε, ὅπου καὶ ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ. τετελευτηκὼς δὲ ὁ βασιλεὺς Θεόδωρος τρία κατα λελοίπει παιδία, ἓν μὲν ἄρρεν τοὔνομα Ἰωάννην, δύο δὲ θήλεα, τήν τε Θεοδώραν καὶ Εὐδοκίαν. τὰς γὰρ ἑτέρας δύο αὐτοῦ θυγατέρας ἀνδράσι πρὸ τούτου συνέζευξε, τὴν μὲν πρώτην τὴν καὶ Εἰρήνην καλουμένην τῷ τοῦ Τοίχου υἱῷ, καθάπερ ἔφημεν, Κωνσταντίνῳ, τὴν δὲ ἑτέραν τὴν καὶ Μαρίαν ὠνομασμένην τῷ τοῦ ἀποστάτου Μιχαὴλ υἱῷ Νικηφόρῳ· ἥτις καὶ ἐν τῷ καιρῷ τῆς αὐτοῦ ἀποστασίας τὸ κοινὸν ἀπέδοτο χρέος, ὡς μέν τινες ἔφασκον, ὑπὸ τοῦ συζύγου Νικηφόρου τυφθεῖσα πολλάκις, ὡς δὲ ἔνιοι ἔλεγον, φυσικῷ περιπεσοῦσα νοσήματι.

75 Ὁ μὲν οὖν υἱὸς τοῦ βασιλέως Θεοδώρου Ἰωάννης πάνυ ἀφῆλιξ ἐτύγχανεν ὢν ἐν τῷ καιρῷ τῆς τελευτῆς τοῦ βασιλέως καὶ πατρός· οὔπω γὰρ τελείων ἐνιαυτῶν ὑπῆρχεν ὀκτώ. ὁ δὲ πατὴρ τούτου καὶ βασιλεὺς διαθήκην πεποίηκε, τάχα μὲν ὡς ἐπὶ τῷ παιδί, τῇ δ' ἀληθείᾳ ἐπὶ τῷ πρωτο βεστιαρίῳ αὐτοῦ τῷ Μουζάλωνι Γεωργίῳ. τοῦτον γὰρ ἡ διαθήκη ἐποίει τῶν Ῥωμαϊκῶν ἁπάντων πραγμάτων κύριον, ὥστε τὸ κράτος ἔχειν ἁπάσης τῆς τῶν Ῥωμαίων ἀρχῆς, μέχρις ἂν ὁ τοῦ βασιλέως υἱὸς εἰς τελείαν τὴν ἡλικίαν ἀφίκοιτο· καὶ προύβησαν ἐπὶ τούτοις προστάξει τοῦ βασι λέως καὶ ὅρκοι παρὰ τῶν ἐντυχόντων τῷ τότε. ἀλλ' οὔπω τριταῖος ἦν ἐν τάφῳ κείμενος ὁ τοῦ βασιλέως νεκρός, καὶ ὡς ἀπὸ κοινοῦ συνθήματος συνδραμόντες πάντες οἱ ἐφευρε θέντες ἐκεῖσε Ῥωμαῖοι-στράτευμα δὲ ἦν ἱκανὸν συν ηγμένον ἐκεῖσε-οὐ μὴν ἀλλὰ καὶ οἱ πρὸς τοῦ βασιλέως κεκακωμένοι ἄνδρες εὐγενεῖς καὶ τῆς πρώτης τυγχάνοντες τάξεως, ὧν εἷς μὲν ὑπῆρχεν ὁ Στρατηγόπουλος Ἀλέξιος, οὗ τὸν υἱὸν Κωνσταντῖνον τετύφλωκεν, αὐτὸν δὲ καθεῖρξεν, ὁ Τορνίκης τε Κωνσταντῖνος, ὃν μέγαν πριμμικήριον ὁ βασιλεὺς Ἰωάννης εἶχε-καὶ πρὸς τοῦ βασιλέως υἱοῦ καθ ωσίωτω, ὁ Φιλῆς Θεόδωρος, τοὺς ὀφθαλμοὺς καὶ αὐτὸς ἐξορωρυγμένος, καὶ ὁ Ζαγαρομμάτης Γεώργιος, ὃν πρωτο βεστιαρίτην μὲν ὁ βασιλεὺς ὠνόμασεν Ἰωάννης, ὁ δὲ υἱὸς αὐτοῦ παρακοιμώμενον πρῶτον τιμήσας μετὰ βραχὺ καθω σίωσεν, οἱ τέτταρες υἱοὶ τοῦ πρωτοβεστιαρίου τοῦ Ῥαοὺλ καὶ αὐτοὶ καθειργμένοι, ὁ Ἀλυάτης τε Νικηφόρος, ὃν πρὸ βραχέος ἐπὶ τοῦ κανικλείου τετιμηκὼς ὕστερον τὴν γλῶτταν ἐπ' οὐδεμιᾷ αἰτίᾳ ὁ βασιλεὺς ἐκτεμὼν καθωσίωσεν, ἄλλοι τε πολλοὶ τῶν χρησίμων καὶ ὀνομαστῶν ἀνδρῶν. οἳ τοῖς στρατιώταις ξυνιόντες καὶ ἅμα συνδραμόντες καὶ ἐπὶ τῇ τῶν Σωσάνδρων συνανιόντες μονῇ κατὰ τοῦ πρωτοβεστιαρίου καὶ ἐπιτρόπου καὶ τῶν αὐταδέλφων αὐτοῦ αὐτοβοεὶ ἐφώρμησαν· ἐκεῖσε γὰρ εἶχε τὴν σκηνὴν ὁ πρωτοβεστιάριος καὶ τὴν ὁσίαν τοῦ τεθνηκότος βασιλέως ἐπλήρου. Γνοὺς οὖν ὁ πρωτοβεστιάριος τὴν ἔφοδον τοῦ λαοῦ, συν άμα τῷ ἀδελφῷ αὐτοῦ Ἀνδρονίκῳ, ὃν καὶ μέγαν δομέστικον κατωνόμαζον, καὶ τῷ πρώτῳ αὐτοῦ ἀδελφῷ, ὃν καὶ πρωτοκυ νηγὸν ἐκάλουν, ἐντὸς ἐγένοντο τοῦ ναοῦ. ὡς δὲ τὸ πλῆθος εἶδον γυμνοῖς τοῖς ξίφεσι κατ' αὐτῶν χωροῦντας, ἐντὸς εἰσῄεσαν καὶ τοῦ ἱεροῦ βήματος, καὶ τὴν παναγῆ περιπτυξάμενοι τρά πεζαν ἐκεῖσε ξίφους ἔργον γεγένηνται, μηδὲ μετὰ τὸν φόνον