61
φιλοτιμότερον ἐχρήσατο τῇ ἀρχῇ, ἀφειδῶς ἐπιχέων τούτοις τὰ χρήματα. καὶ ἦν ἰδεῖν τὸ τῶν Ῥωμαίων πλῆθος, κἂν οἱουδήτινος ἔτυχε τάγματος κἂν οἱασδήτινος τύχης καὶ ἐπιτηδεύματος οἱουδή τινος, πολλῆς τῆς ἡδονῆς ἐμφορούμενον καὶ ἐπιχαῖρον τοῖς πράγμασιν. ὥσπερ γάρ τις ἐκ σκοτομήνης βαθείας εἰς καθαρώτατον ἡλίου φέγγος ἐπέλθοι ἢ καὶ ἀπὸ κλύδωνος εἰς γαλήνην ἢ ἐκ χειμῶνος εἰς ἔαρ ἢ εἰς νηνεμίαν ἐκ λαίλα πος κἀκ τῆς πολλῆς ἀνίας μεταμειφθείη εἰς ἡδονήν, οὕτως ἅπαντες ἐπεγάννυντο καὶ ἐσκίρτων ὑφ' ἡδονῆς, τῆς προ τέρας ἐπιλελησμένοι ἀλγεινοτέρας καὶ πικρᾶς διαγωγῆς. Οἱ μὲν οὖν ἐν τῇ Κωνσταντινουπόλει Λατῖνοι καὶ ὁ ἐν αὐτῇ τάχα βασιλεύων Βαλδουῖνος πρεσβείαν ἔστειλαν πρὸς τὸν βασιλέα, ὑπέρογκά τινα ζητοῦντες καὶ ἀτόπων ὄντα ἐγγύς· καταφρονητικῶς γὰρ διατεθέντες πρὸς τὸν βασιλέα ὡς νῦν τῆς ἀρχῆς ἁψάμενον βαρείας τὰς ζητήσεις ἐποίουν. καὶ πρῶτον μὲν ἤρξαντο ἀπὸ τῆς πόλεως Θεσσαλονίκης ποι εῖσθαι τὴν ζήτησιν, ἵνα παράσχῃ ταύτην τούτοις ὁ βασι λεὺς καὶ πᾶσαν τὴν ἄλλην χώραν ἄχρι καὶ τῆς Κωνσταν τίνου αὐτῆς. ὁ δὲ βασιλεὺς τῶν τοιούτων ἀκροασάμενος ἀστειότερον πρὸς σφᾶς αὐτοὺς τὸν ἀπόλογον ἐποιήσατο, ὡς «ἡ πόλις αὕτη πατρίς μου οἷον τυγχάνει· ἐκεῖσε γὰρ ὁ ἐμὸς πατὴρ ἡγεμόνευεν, ὃν καὶ ὑμεῖς οἴδατε, τὸν μέγαν λέγω δομέστικον. ἀλλὰ καὶ ἐν αὐτῇ οὗτος τὸ ζῆν ἐξεμέ τρησε, καὶ τὸ σῶμα αὐτοῦ ἐκεῖσε τέθαπται. πῶς οὖν δέον ἐστὶ ταύτην τὴν πόλιν ἔξω τῆς ἐμῆς τυγχάνειν ἀρχῆς;» ταῦτ' ἀκηκοότες οἱ πρέσβεις ὑποκνηστιῶσαν ἔσχον τὴν ἀκοήν, ὡς τάχα τινὰ τῶν ζητουμένων παράσχῃ τούτοις ὁ βασιλεύς, καὶ μεταβαλόντες τὸν λόγον «οὐκοῦν» ἔφησαν, «ὦ βασιλεῦ, παρα χώρησον ἡμῖν ἐκ τῶν Σερρῶν αὐτῶν κατασχεῖν τὰ λοιπά.» καὶ ὁ βασιλεύς· «οὐδ' αὐτήν μοι προσήκουσαν ποιεῖσθε τὴν ζήτησιν. πρώτως γὰρ ἐν αὐτῇ πρὸς τοῦ μακαρίτου βασιλέως τοῦ θείου μου ἡγεμονεύειν χώρας ἠρξάμην, καὶ πρώ τως ἐν αὐτῇ ἐστρατήγησα, καὶ φιλῶ τὸν τόπον ὡς σύνηθες ἔδαφος. οὐ χρεὼν γοῦν οὐδὲ ταύτην τὴν πόλιν κατα λιπεῖν.» εὐχερῶς γοῦν οἱ πρέσβεις ἐκ τόπου μετεπήδων εἰς τόπον, καὶ μηδὲν ἔχοντες, εἰ καί τι λάβοιεν, ἀγαπᾶν ὡς κερδήσαντες καὶ «ὦ βασιλεῦ,» ἀντεῖπον, «καὶ δὸς ἡμῖν ἐκ τοῦ Βολεροῦ τὰ μέχρις ἡμῶν.» καὶ ὁ βασιλεύς· «ἐν τούτοις τοῖς τόποις ἐθήρευσα πολλάκις, καὶ σχεδὸν τὸ καλῶς χρᾶ σθαι ταῖς θήραις ἐν τούτοις μεμάθηκα, καὶ οὔ μοι κέκριται ἄξιον τοῦτον ἀφεῖναι τὸν χῶρον, ἔνθα καὶ πάλιν ἀγαπῶ θηρεύειν καὶ ἄγραις ζώων ἐφήδεσθαι.» «τί γοῦν ἡμῖν δί δως;» ἀντέφησαν οἱ πρέσβεις τῷ βασιλεῖ. «ἐγὼ μέν,» ἔφη ὁ βασιλεύς, «οὐδέν· ἀλλ' εἴπερ ἐθέλητε τὴν ἐξ ἐμοῦ εἰρήνην λαβεῖν-καλῶς γάρ με ἐπίστασθε καὶ τὴν ἐξ ἐμοῦ μάχην ξυνίετε, ἡνίκα τὴν ἡγεμονίαν Βιθυνίας καὶ Ταρσίας εἶχον, ὅπως ὑμῖν οἶδα μαχέσασθαι-ἐθέλω τοὺς ἐν τῇ Κων σταντινουπόλει Λατίνους πρὸς τὴν τῶν Ῥωμαίων τελεῖν ἀρχὴν μερίδα μὲν τὴν ἐκ τοῦ κομμερκίου αὐτῶν τὴν ἡμί σειαν κἀκ τοῦ χρυσεψητείου αὐτῶν τὴν ἀνάλογον ὡσαύτως εἴσοδον. εἰ ταῦτά μοι παρασχεῖν ὑποσχοίητε, εἰς εἰρήνην συνέρχομαι. εἰ δ' οὖν, ἀλλ' ἔστω μάχη, ἥτις σὺν θεῷ φάναι μᾶλλον λυσιτελήσει Ῥωμαίοις.» οὕτως καταισχυν θέντες οἱ τῶν Λατίνων πρέσβεις ἄπρακτοι πρὸς τὴν Κων σταντινούπολιν ὑπενόστησαν.
79 Καὶ πρὸς τὸν ἀποστάτην δὲ Μιχαὴλ ἐστείλατο πρεσβείαν ὁ βασιλεὺς διὰ τοῦ Φιλῆ Θεοδώρου τοῦ πρὸς τοῦ βασιλέως Θεοδώρου τετυφλωμένου. καὶ ἡ πρεσβεία πραεῖα, καὶ πολλὰ [ὑπενδιδοῦσα] τῶν προσηκόντων ἄστεων καὶ χωρῶν παρεχώρει τῷ ἀποστάτῃ ὁ βασιλεύς, πρὸς ἀγάπην ἐφέλκων αὐτόν, ὀλίγα δὲ ἄττα ἀνεκαλεῖτο καὶ οἷα οὐκ ἦν εἰκὸς παριδεῖν. ἀλλ' ἦν ὁ ἀποστάτης πρὸς τὰς ἀκροάσεις σκληρὸς καὶ πρὸς τοὺς λόγους ἀπόκροτος· οὐ μόνον γὰρ τὴν πρεσβείαν οὐ κατεδέξατο, ἀλλὰ καὶ τὰς ἀποκρίσεις οὐ προσηκούσας ἐποιεῖτο. ἐφύσα γὰρ αὐτὸν οὐ μόνον τὸ ἐπὶ τῷ ῥηγὶ τῆς Σικελίας τῷ Μαφρὲ κῆδος, ἀλλὰ καὶ τὸ ἐπὶ τῷ πρίγκιπι τῆς Ἀχαΐας τῷ Γουλιέλμῳ· ἤδη γὰρ καὶ τὴν τοιαύτην ἀγχιστείαν πεπλήρωκεν· ἐντεῦθεν