1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

62

μεγάλα τε ἐφρόνει καὶ ὑπέρογκα διελέγετο. ἔνθεν τοι καὶ ὁ Φιλῆς Θεόδωρος πολλὰ τοῖς λόγοις ἀνιαθεὶς καὶ βαρυαλγήσας ταῖς ἀποκρίσεσι πρὸς τὸν βασιλέα ὑπέστρεφε, τοῦτο πρὸς τὸν ἀποστάτην εἰπών· «οἶδα μὲν ὡς ἀνοηταίνεις καὶ διὰ τοῦτο φθέγγῃ τὰ μὴ καθήκοντα. ἀλλ' ἴσθι ὡς τάχος πειραθήσῃ βασιλικῆς ἰσχύος καὶ Ῥωμαϊκῆς δυνάμεως καὶ γενήσῃ μετάμελος, ὅτε οὐδέν σοι τὸ ὄφελος.» ταῦτ' εἰπὼν πρὸς τὸν βασιλέα ἀφίκετο, πολλὴν καταγνοὺς τοῦ Μιχαὴλ ἀβελτηρίαν, ὅτι μηδὲ μικράν τινα ἠβουλήθη βασι λέως ἀξίωσιν ἀποπλήσασθαι, ἤδη τὸν Χαβάρωνα Κωνσταν τῖνον ἀπολῦσαι κἀμὲ αὐτὸν τὸν ξυγγράφοντα, τὸν μὲν ὡς συνανατεθραμμένον τῷ βασιλεῖ καὶ πολλάκις συνημιλλη μένον στρατιωτικοῖς ἐπιτηδεύμασιν, ἐμὲ δὲ ὡς εἰς κῆδος τῷ βασιλεῖ ξυνελθόντα καὶ τῆς συζύγου γοερὸν ἀναβοώσης καὶ τῶν ποδῶν προκυλινδουμένης τοῦ αὐτοκράτορος, καὶ ταῦτα πλείους τῶν εἴκοσι τῆς εἱρκτῆς λελυκότος τοῦ βασιλέως, οὓς ἐν τῷ κατὰ τὰ Βοδηνὰ πολέμῳ ζωγρίας ὁ βασιλεὺς εἵλετο πρὸς τοῦ βασιλέως Θεοδώρου ἀποσταλείς, ὧν ἔνιοι καὶ προσγενεῖς ὑπῆρχον τῷ ἀποστάτῃ, οἱ δ' ἄλλοι κρείττους τε ἐν στρατείᾳ καὶ τῶν ἐκ γένους περιφανῶν. οὕτω μὲν τὰ τῆς πρεσβείας προέβη τῆς πρὸς τὸν ἀποστάτην. Ὁ δὲ βασιλεὺς καὶ πρὸς τὸν ῥῆγα Σικελίας τὸν Μαφρὲ τὸν τοῦ ἀποστάτου γαμβρὸν πρεσβείαν ἔστειλε διὰ τοῦ ἐπὶ τοῦ κανικλείου Νικηφόρου τοῦ Ἀλυάτου, ὃν καὶ κατεῖχε μεθ' ἑαυτοῦ ἐγγύς που δύο ἐτῶν· πῶς γὰρ ἂν εἶχε καὶ πληρῶσαί τι τῶν τοῦ βασιλέως βουλημάτων, καθάπαξ τῷ ἀποστάτῃ Μιχαὴλ συνδεθεὶς καὶ εἰς φαντασίαν μείζονος κέρδους κρατηθείς; ὁ δὲ βασιλεὺς καὶ πρὸς τὸν πρίγκιπα Ἀχαΐας διεπρεσβεύσατο· ἀλλὰ καὶ ἐκεῖνος τῷ κήδει τῷ πρὸς τὸν ἀποστάτην τεθαρρηκὼς καὶ πολλὰ ἐκ τούτου προσγενήσεσθαι αὐτῷ προσδοκῶν, εἰς οὐδὲν τοὺς λόγους ἐτίθετο.

80 Ὁ μὲν οὖν βασιλεύς, ὡς προέφημεν, τὸν αὐτά δελφον αὐτοῦ τὸν σεβαστοκράτορα ἐν τῇ δυσμῇ κατὰ τοῦ ἀποστάτου ἐκπέμψας καὶ τούτῳ τὰς δυνάμεις ἐγχειρίσας καὶ τοὺς αὐτῶν στρατηγούς, προσέταξε κατευθὺ τὴν πορείαν ποιήσασθαι, μέχρις ἂν τῷ τοῦ ἀποστάτου ἐντύχῃ στρατεύ ματι. ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης κατὰ τὸ προσ ταχθὲν ἐποίει, ὁ δὲ ἀποστάτης Μιχαὴλ μετὰ τῆς συζύγου αὐτοῦ καὶ τῶν οἰκείων περὶ τὰ τῆς Καστορίας μέρη ἐστρα τοπέδευεν. ἄφνω δὲ ἐπῆλθε τούτῳ βοή, ὡς τὰ Ῥωμαϊκὰ στρατεύματα τὰ τῶν Βοδηνῶν τέμπη διαβάντα κατ' αὐτῶν χωροῦσιν. οἱ μὲν οὖν ἀκούσαντες τῆς φωνῆς καὶ πτοίαν οὐ σμικρὰν ἐν ψυχῇ λαβόντες πρὸς δρασμὸν αὐτοί τε ὥρ μησαν καὶ πάντας τοὺς ἑαυτῶν ἐκίνησαν. ἐπεὶ δὲ ἦν νὺξ καὶ οὐχ ἑώρα τις ὅπῃ φέρεται, πολλοὶ γεγόνασιν, ὥσπερ τινὸς ξίφους, ὁδοῦ ἔργον. καὶ ὁ Πετραλίφας δὲ Θεόδωρος ὁ αὐτοκασίγνητος τῆς τοῦ ἀποστάτου Μιχαὴλ συζύγου, θρασύτερον ἐπιβὰς τοῦ ἵππου, ἐπεὶ ἐνέτυχε κρημνώδει τόπῳ, αὐτός τε καὶ ὁ ἵππος καταβέβληνται καὶ ἄμφω ἀπώλοντο. συνεστάλησαν οὖν μέχρι τῶν οἰκείων ὅρων, εἴτουν τῶν Πυρρηναίων ὀρῶν, ἃ δὴ διορίζει τὴν παλαιάν τε καὶ τὴν νέαν Ἤπειρον τῆς Ἑλληνίδος καὶ ἡμετέρας γῆς. Ἐπεὶ δὲ οὕτω ταῦτα ἐπὶ τούτοις ξυνέβη, ἀδείας ὁ σεβαστο κράτωρ δραξάμενος, ἔρημον εὑρὼν τῆς ἐπικουρούσης τὴν χώ ραν δυνάμεως, κατὰ τῶν ἐν αὐτῇ ἄστεων τὰς ὁρμὰς ἐποιεῖτο. καὶ πρῶτον μὲν ἀπῄει περὶ τὴν Ἀχρίδα, ἣν καὶ ἀρχιεπισκο πὴν Βουλγαρίας οἱ πάντες οἴδασιν, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν ἀρχιεπίσκοπον ταύτης τὸν Καβάσιλαν Κωνσταντῖνον, ὃς ἦν πρὸς τοῦ βασιλέως Θεοδώρου κατισχημένος. ὑφωρᾶτο γὰρ παρ' αὐτοῦ μὴ ὀρθὸς εἶναι περὶ τὴν ἀρχὴν τὴν βασίλειον· οἵ τε γὰρ αὐτάδελφοι αὐτοῦ μετὰ τοῦ ἀποστάτου ἐτύγχανον Μιχαήλ, ὅ τε Ἰωάννης καὶ ὁ Θεόδωρος, καὶ ὁ μὲν Θεόδωρος συνηριθμεῖτο τοῖς ἐν αὐτῷ προύχουσιν, ὁ δὲ Ἰωάννης σχεδὸν πᾶσαν τῶν αὐτοῦ πραγμάτων τὴν δεσποτείαν ἔφερε, τά τε κοινὰ διέπων καὶ τὰ κατ' οἶκον. διὰ ταῦτα, ὡς ἔφημεν, οὐκ ἐθάρρει ὁ βασιλεὺς Θεόδωρος τῷ ἀρχιερεῖ. ἀλλ' ὁ βασιλεὺς Μιχαὴλ ἐλευθερώτερον τοῖς πράγμασι χρώ μενος καὶ θεῷ τὸ πλεῖον τῶν πραττομένων αὐτῷ ἢ καὶ τὸ πᾶν