1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

63

ἀναρτῶν, ἐλευθερίαν τῷ ἀρχιεπισκόπῳ δέδωκεν εἰς τὴν αὐτοῦ ἀφικέσθαι, καὶ συνείπετο οὗτος τῷ σεβαστοκράτορι. ἐπελθόντες οὖν εἰς τὴν Ἀχρίδα, ὡς ἔφημεν, ὁ μὲν σεβαστο κράτωρ τὰς πολεμικὰς μηχανὰς κατ' αὐτῶν ἐκίνει, ὁ δὲ ἀρχιεπίσκοπος λόγοις ὑπενδοῦναι ὑπείληφεν. ἐν οὐ πολλῷ γοῦν χρόνῳ ἑάλω πρὸς αὐτῶν ἡ Ἀχρίδα. Ἐπεὶ δὲ τὰ ἐκεῖσε καλῶς ὁ σεβαστοκράτωρ διέθετο, ἐπὶ τὴν ∆εάβολιν ὥρμησε, καὶ τὸ τῆς ∆εαβόλεως ἄστυ μηχανή μασι παντοίοις παραστήσασθαι ἐβεβούλητο. καὶ ἔταξε ταῦτα καὶ ἑλεπόλεις ἔστησε καὶ μηχανὰς παντοίας πεποίηκε καὶ συνεχεῖς ἐφόδους διεπράττετο καὶ παντοίως τὴν τοῦ ἄστεος ἅλωσιν γεγενῆσθαι προείλετο. καὶ μὴν καὶ κατὰ σκοπὸν αὐτῷ προέβη τὰ πράγματα. πολλῶν γὰρ τῶν ἐντὸς πεφονευ μένων τοῦ ἄστεος, οὐκ ὀλίγων δὲ καὶ ταῖς βολαῖς ταῖς ἐκ τῶν ὀϊστῶν πεπληγμένων, οἱ ἄλλοι μαλακισθέντες-φύσει γὰρ ὑπάρχει τὸ δυτικὸν γένος πρὸς φυλάξεις ἄστεων μαλθα κώτερον-καὶ τὸ τοιοῦτον ἄστυ τὸ τῆς ∆εαβόλεως τῷ σεβαστοκράτορι ἐνεχείρισαν. καὶ πᾶσα δὲ ἡ πέριξ τῶν τοιούτων ἄστεων χώρα, εἴτουν Πρέσπα Πελαγονία Σωσκὸς Μολυσκός, ὑπὸ τὴν ἐπικράτειαν τῶν Ῥωμαϊκῶν δυνάμεων ἐγεγόνεισαν καὶ ὑπετάττοντο τούτοις. τοιοῦτοι γάρ εἰσιν οἱ τῶν δυτικῶν οἰκήτορες, ῥᾳδίως πᾶσι τοῖς δυναστεύουσιν ὑποπίπτοντες· ἐντεῦθεν τοὺς ὀλέθρους ἀποφυγγάνουσι καὶ τὰ πλείω τῶν σφετέρων περιουσιῶν διασώζουσι. καὶ ταῦτα μὲν ὑπῆρξεν ἔαρος ἐνισταμένου.

81 Ὁ δὲ ἀποστάτης Μιχαὴλ ἐπείπερ ἑώρα ἤδη οὐκ εἰς καλὸν ἀποβῆναι μέλλειν τούτῳ τὰ πράγματα, ἀντιστῆ ναι ταῖς βασιλικαῖς δυνάμεσιν ἐβεβούλευτο, καὶ πᾶσαν μηχανὴν καὶ πάντα κάλων, τὸ τῆς παροιμίας, κεκίνηκε. καὶ τοὺς μὲν οἰκείους ἁπαξαπλῶς συλλέγδην πάντας συν ήθροισε, συμμαχίαν δὲ οὐ σμικρὰν παρὰ τοῦ ῥηγὸς Σικε λίας τοῦ γαμβροῦ αὐτοῦ προσελάβετο· ἀπηρίθμηντο γὰρ οὗτοι εἰς τετρακοσίους ἱππότας, ὅπλοις ἐχυροῖς κατάφρακτοι καὶ ὑψαύχεσιν ἵπποις καὶ ἀγερώχοις ἐποχούμενοι, ἕκαστος τούτων τῶν ἐκ τοῦ σφετέρου γένους ἐκκρίτων τυγχάνοντες. ἅτερος δὲ τούτου γαμβρὸς ὁ Ἀχαΐας πρίγκιψ τὴν πᾶσαν αὐτοῦ στρατιὰν συλλεξάμενος δι' ἑαυτοῦ τὴν πρὸς τὸν αὐτοῦ πενθερὸν συμμαχίαν πεποίηται. ἦγε δὲ οὗτος ἀπει ροπληθὲς τὸ ὁπλιτικόν· ἔκ τε γὰρ τοῦ Φραγγικοῦ γένους ἐτύγχανε καὶ ἐκ τῶν οἰκητόρων Ῥωμαίων Ἀχαΐας τε καὶ Πελοποννήσου, ὧν οὗτος ἦρχεν· οἱ πλείους δὲ τοῦ τῶν Λακώνων ὑπῆρχον γένους. Συνήθροιστο γοῦν παμπληθὴς στρατιά, καὶ κατὰ τοῦ αὐταδέλφου τοῦ αὐτοκράτορος τοῦ σεβαστοκράτορος Ἰωάννου τὴν ὁρμὴν ἐποιοῦντο. ὁ δὲ-καὶ γὰρ εἶχε τὰς συμβουλὰς ἀγαθὰς ἐκ τοῦ αὐταδέλφου καὶ βασιλέως-στρατηγικῶς τοὺς ἀντιπάλους μετήρχετο. ἐκεῖνος μὲν γὰρ μετὰ τῶν κατα φράκτων καὶ θώραξι κεχρημένων δυνάμεων τὰ ἐχυρώτερα τῶν τόπων ἐκράτει, τοῖς δὲ ἐλαφροτέροις τῶν ὁπλιτῶν καὶ οἷς τὸ κινεῖσθαι ῥᾷον ὡς κουφοτέροις τὴν κατὰ τὰς πεδιά δας μάχην πεποιῆσθαι πρὸς τοὺς ἀντιπάλους προστέταχεν. ἦσαν δὲ οὗτοι οἱ μὲν ἐκ Σκυθῶν οἱ δὲ ἐκ Τούρκων, πολλοὶ δὲ καὶ ἐκ τῶν Ῥωμαϊκῶν φύλων, οἷς καὶ μᾶλλον ἡ τοξεία τὸ ἐπιτήδευμα. οὗτοι μὲν οὖν τοῖς ἐναντίοις προσβάλλοντες μακρόθεν τοῖς βέλεσιν ἔπληττον. ἤρξαντο μὲν οὖν ἐκ τόπου, οὗ Βορίλλα Λόγγος τοὔνομα, ξυμπίπτειν τοῖς ἐναντίοις. οὔτε γοῦν ἡμέρας ἀνέτως βαδίζειν αὐτοῖς παρεχώρουν οὔτε νυκτὸς ἠρεμεῖν. συνερρήγνυντο γὰρ αὐτοῖς ἡμέρας μὲν ἐν τοῖς τῶν ἵππων πότοις, εἴ πού τις μακρότερον ἀπῄει τὸν ἵππον ποτίσαι, ξυνέπιπτον δὲ τούτοις καὶ καθ' ὁδόν, καὶ ταῖς ἁμάξαις καὶ τοῖς φορταγωγοῖς ὑποζυγίοις προσπελάζοντες ἐκ τῶν παρ' αὐτοῖς φορτίων ἐσκύλευον ὑποχωρούντων τῶν φυλαττόντων. τοῦτο δὲ πολλάκις πεποιηκότες εἰς θάρσος κατὰ τῶν ἐναντίων οὐ μέτριον ἐληλάκασιν, ὥστε καὶ χερσὶ χεῖρας ἐμβάλλειν κἀξ αὐτῶν σκυλεύειν τὰ προστυχόντα. τὸ μὲν οὖν τοῦ ἀντάρτου Μιχαὴλ κἀκ τούτου συνέσταλται στράτευμα καὶ εἰς πτοίαν οὐ μικρὰν κατηντήκει· σχεδὸν γὰρ πᾶσαν σωτηρίαν ἀπηγορεύκει. Βίᾳ γοῦν καὶ μόγις Στανὸν καὶ Σωσκὸν καὶ Μολυσκὸν