1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

64

παραμείψαντες-σκοπὸς γὰρ ἦν αὐτοῖς εἰς τὸ τοῦ Πριλάπου ἄστυ γενέσθαι, ὅπως αὐτὸ διασώσειαν -ἐκεῖσε γεγονότες εἰς οἰκείαν ἕκαστος διασκεδασθέντες βουλὴν τὸν περὶ ψυχῆς τρέχειν, ὅπως ἂν εἶχεν ἰσχύος, βεβούλευται. καὶ ὁ μὲν ἀποστάτης Μιχαὴλ μετὰ τοῦ υἱοῦ αὐτοῦ Νικηφόρου καί τινων ἄλλων μετρίων ἀν δρῶν, οἷς καὶ εἴωθεν ἐμπιστεύειν τὰς αὐτοῦ πράξεις, νυκτὸς τοῖς ἵπποις ἐποχηθέντες ἀπέδρασαν, καλῶς τὰ τῶν ὁδῶν ἐπιστάμενοι. ἕωθεν δὲ ἡμέρας ἤδη γεγενημένης, ὡς οἱ τῶν στρατευμάτων ἐγνώκασι τὸν Μιχαὴλ ἀποδράντα, ἤδη καὶ αὐτοὶ πρὸς φυγὴν ἐτράποντο. τὸ μὲν οὖν Ῥωμαϊκὸν στράτευμα καὶ οἱ κρείττους τῶν ἐπικρατούντων αὐτὸ καὶ ὁ νόθος τοῦ ἀποστάτου υἱὸς Ἰωάννης τῷ σεβαστοκράτορι Ἰωάννῃ προσῆλθον καὶ χεῖρας αὐτῷ δεδώκασι καὶ τῷ βασι λεῖ τοὺς ὅρκους ἀπέδοντο, ὁ δὲ πρίγκιψ Ἀχαΐας καὶ οἱ μετ' αὐτοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. καὶ ὁ μὲν πρίγκιψ κατὰ τὴν Καστορίαν ἑάλω, ὑπὸ ἀχυρμιᾷ τινι κρυβεὶς κἀκ τῶν ὀδόντων τῶν τινι στρατιωτῶν γνωρισθείς-εἶχε γὰρ τοὺς ἐμπροσθίους εὐμεγέθεις καὶ προβεβλημένους τῶν φατνωμάτων-καὶ δέσμιος ἀπήχθη τῷ βασιλεῖ· οἱ δὲ κρείττους τῶν ταγμάτων αὐτοῦ καὶ προσγενεῖς, ὅ τε Ἀσὲλ δε Τουσί, ὁ τῆς Καριτάνας Ἰοφρὲ καὶ ἄλλοι τῶν ὀνομαστῶν πλείους, οἱ μὲν κατὰ τὸν Πλαταμῶνα οἱ δὲ κατὰ ἄλλο μέρος ἑάλωσαν καὶ δεσμῶται τῷ βασιλεῖ συναπήχθησαν. καὶ τὸ συμμαχικὸν δὲ στράτευμα τὸ ἐκ τοῦ ῥηγὸς Σικελίας τοῦ Μαφρὲ τῷ ἀποστάτῃ ἀποσταλέν, ὡς εἰς τετρακοσίους, ὡς εἰρήκαμεν, ἠριθμημένον, αὐτοῖς ὅπλοις, αὐτοῖς ἵπποις ὑπὸ τεττάρων ἀνδρῶν κατεσχέθησαν, ἀφ' ὧν ὁ μὲν εἷς ἦν ὁ μέγας δομέστικος ὁ Στρατηγόπουλος Ἀλέξιος, ἅτερος δὲ ὁ Ῥιμψᾶς Νικηφόρος, ἐκ Τούρκων ἕλκων τὸ γένος, ὀρθό τατος δὲ γεγενημένος Χριστιανός· οἱ δὲ δύο τῶν ἀνωνύμων ὑπῆρχον. καὶ τούτους γοῦν δεσμώτας πρὸς τὸν βασιλέα ἐξέπεμψαν. τοιαύτην γοῦν νίκην οἱ τῶν ἡμετέρων ταῖς βασιλικαῖς συμβουλαῖς κατωρθώσαντο ὥστε τὴν αὐτῆς φήμην εἰς πάντα τῆς γῆς περιιέναι τὰ πέρατα· ὀλίγας γὰρ τοιαύ τας νίκας εἶδεν ὁ ἥλιος. τηνικαῦτα γοῦν πάντα τε ἄστη καὶ πᾶσαν χώραν ὑφ' ἑαυτοὺς πεποίηνται οἱ ἡμέτεροι.

82 Ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης τὴν Θετταλίαν παραμείψας καὶ τὰ ἐν αὐτῇ ἄστη τε καὶ φρούρια ὀχυρωσάμενος, περὶ τὴν Νέαν Πάτραν ἐστρατοπεδεύσατο, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν νόθον υἱὸν τοῦ ἀποστάτου Μιχαὴλ Ἰωάννην. ὁ δὲ μέγας δομέστικος ὁ Στρατηγόπουλος Ἀλέξιος καὶ ὁ Ῥαοὺλ Ἰωάννης τὰ Πυρρηναῖα ὑπερβάντες ὄρη περὶ τὴν Ἄρταν ἐχώρουν, καταλιπόντες ἐν τοῖς Ἰωαννίνοις στράτευμα μερικὸν εἰς πολιορκίαν τοῦ ἄστεος. κατέλαβον οὖν οὗτοι τὴν Ἄρταν. Κἀκεῖσε γοῦν καὶ αὐτὸς τούτοις ξυντετυχήκειν· οἷς καὶ πρὸς ὀλίγας ἡμέρας ξυνομιλήσας κᾆτα δὴ συνταξάμενος τῆς Ἄρτης ἐξῄειν, καταλιπὼν τὸν ἐκεῖσε λαὸν οὐκέτι εὐνοϊκῶς πρὸς τοὺς ἡμετέρους διακείμενον· οὐ γὰρ καλῶς οἱ τῶν στρατευμάτων τούτοις ἐχρήσαντο. διὰ ταῦτα καὶ ἡ περιφανεστάτη ἐκείνη νίκη ἡ τοῖς Ῥωμαίοις ἐπιλάμψασα ἐν οὐ πολλῷ τῷ χρόνῳ πρὸς τοὐναντίον κεχώρηκεν. ἀπῄειν οὖν ἐξ ὀρθοῦ πρὸς τὸν σεβαστοκράτορα Ἰωάννην τὸν τοῦ βασιλέως αὐτάδελφον περὶ τὴν Νέαν Πάτραν διάγοντα, καί τινας ἡμέρας μετ' αὐ τοῦ διακαρτερήσας τῆς πρὸς τὸν βασιλέα φερούσης ἡψάμην. Ὁ μὲν οὖν νόθος υἱὸς τοῦ ἀποστάτου Μιχαὴλ Ἰωάννης τῷ σεβαστοκράτορι ξυνὼν ἀποστασίαν μετὰ καὶ ἄλλων τινῶν ἐμελέτα. καὶ ἐπεὶ ὁ σεβαστοκράτωρ Ἰωάννης κατὰ τῶν Λατίνων κεχώρηκε καὶ τὴν Λεβαδίαν παραμείψας τὰς Θήβας ἐσκύλευσε, τὴν ἣν ὤδινεν οὗτος ἀπιστίαν εἰς προὖπτον προύφηνε καὶ μετὰ καὶ ἄλλων τινῶν ἀποδρὰς περὶ τὸν ἀποστάτην Μιχαὴλ τὸν πατέρα τούτου ἀπῄει. ἐκεῖ νος μὲν οὖν τῷ ἀθρόῳ τοῦ πράγματος ταραχθεὶς οὐκ εἶχεν ὅπῃ γῆς σταίη, ἀλλ' ἐν πλοιαρίοις ἐμβάντες αὐτός τε καὶ ὁ υἱὸς αὐτοῦ Νικηφόρος καὶ ἡ σύζυγος τούτου καί τινες τῶν αὐτοῦ τὰς διατριβὰς ἐν τῇ θαλάσσῃ ἐποίουν τάς τε νήσους τὰς πέριξ καταγώγιον εἶχον, Λευκάδα δη λαδὴ καὶ τὰς τῶν