65
Κεφαλήνων. ἀλλ' ἐπεὶ ὁ τούτου νόθος υἱὸς Ἰωάννης πρὸς αὐτὸν ἀπῄει καθὰ δεδήλωται, ἀνερ ρώσθη τῆς ῥᾳθυμίας, καὶ τὸν ὄκνον ἀποσεισάμενος περὶ τὴν Ἄρταν ἐβάδιζε. κἀκεῖσε δὴ ἀφιγμένος, ἐπεὶ τοὺς πάν τας οἰκήτορας προσκειμένους εὗρεν αὐτῷ, εἶχε δὲ καὶ τὸ τῆς Βουδίτζης ἄστυ παρὰ τοῦ μέρους τούτου κρατούμενον, συναγαγὼν τοὺς ἐκεῖσε εὑρισκομένους τοὺς ἡμετέρους τῶν ὁρίων τῆς Ἄρτης ἐξήλασεν. ἀλλὰ καὶ τοὺς πολιορκοῦντας τὰ Ἰωάννινα μακρὰν τῶν Ἰωαννίνων πεποίηκεν. οὕτω μὲν οὖν ἀρχὴν κακῶν τὰ τῶν Ῥωμαίων εἴληφε πράγματα, καὶ τὰ καλῶς ταῖς βασιλικαῖς συμβουλίαις γεγενημένα ταῖς τῶν στρατηγούντων ἀνηκοΐαις καὶ ἀταξίαις εἰς τὸ μηδὲν σχεδὸν ἢ καὶ πάνυ μικρὸν κατηντήκασιν. Ὁ μὲν οὖν αὐτάδελφος τοῦ βασιλέως ὁ σεβαστοκράτωρ Ἰωάννης καὶ ὁ πενθερὸς αὐτοῦ ὁ Τορνίκης Κωνσταντῖνος τῆς μάχης ἐξιόντες εἰς τὸν αὐτοκράτορα ἐπανέζευξαν περὶ τὴν Λάμψακον ὄντα καὶ τὰς διατριβὰς ἐκεῖσε ποιούμενον. τὸν μὲν οὖν σεβαστοκράτορα Ἰωάννην ὁ βασιλεὺς τῷ τῶν δεσποτῶν τετίμηκεν ἀξιώματι, ἀντίχαριν οἷον τῆς νίκης τούτῳ διδούς, καὶ ἵνα τοῖς μαχομένοις τούτῳ προσώποις ἀντισταθμίζοιτο, δεσπότης πρὸς δεσπότας μαχόμενος· τὸν δὲ πενθερὸν αὐτοῦ τὸν Τορνίκην Κωνσταντῖνον μέγαν πριμ μικήριον ὄντα τῷ τῶν σεβαστοκρατόρων τετίμηκεν ἀξιώματι. ἀλλὰ καὶ τὸν αὐτάδελφον αὐτοῦ Κωνσταντῖνον ἐκ καισάρων σεβαστοκράτορα κατωνόμακεν. ἐν τούτοις δὲ τὰ τῶν σεβαστοκρατόρων διέφερον, ἐν οἷς ὁ μὲν αὐτάδελφος τοῦ βασιλέως τοῖς κυανοῖς πεδίλοις ἐγκεκολλαμένους εἶχε καὶ χρυσουφεῖς ἀετούς, ὁ δὲ Τορνίκης γυμνὰ τούτων τὰ πέδιλα ὑπεδέδετο. ἀλλὰ καὶ τὸν Στρατηγόπουλον Ἀλέξιον μέγαν δομέστικον ὁ αὐτοκράτωρ τετιμηκὼς δι' ἀποστολῆς τετίμηκε καίσαρα, διαπόμπιμον αὐτῷ τὴν τιμὴν χαρισάμενος. καὶ ταῦτα μὲν οὕτω ξυνέβη.
83 Ὁ δὲ βασιλεὺς παραχειμάσας ἐν τῇ Λαμψάκῳ, ἔαρος ἐπιλάμψαντος κατὰ τῆς Κωνσταντίνου κεχώρηκεν· ἅπασα γὰρ ἦν αὐτῷ σπουδὴ καὶ ἅπας σκοπὸς τῆς τῶν Λατίνων χειρὸς αὐτὴν ἀναρρύσασθαι. ἐπῆλθε γοῦν κατὰ τῆς Κωνσταντινουπόλεως, οὐ τεθαρρηκὼς τοῖς στρατεύμασιν -οὐδὲ γὰρ ἦγεν ἀξιόμαχον στρατιὰν εἰς τοιαύτης πόλεως πολιόρκησιν-ἀλλὰ λόγοις τοῖς τοῦ ἐξαδέλφου αὐτοῦ, οὗ τὸ ὄνομα Ἀσέλ, ἐξηπατημένος· ἠπάτα καὶ γὰρ τὸν βασιλέα, ὡς αὐτὸς ἐν τῷ τείχει τῆς πόλεως τὴν οἰκίαν ἔχει καὶ πύ λας ἔχει παρ' αὐτοῦ δεσποζομένας, δι' ὧν δύναιτ' ἂν τὰ τοῦ βασιλέως στρατεύματα ἔνδον τῆς πόλεως ἀψοφητὶ καὶ δίχα μάχης εἰσαγαγεῖν. καὶ ἐπιστεύετο λέγων ταῦτα· τό τε γὰρ συγγενὲς φαντασίαν ἐδίδου τοῦ ἀληθεύειν τὸν ἄνθρω πον, καὶ τὸ πλειόνων τε τιμῶν καὶ δωρημάτων ὑποσχέσεις ἐνωμότους λαβόντα *** Φράγγων ἐν τῇ τοῦ πρίγκιπος Ἀχαΐας μάχῃ καὶ προσδοκήσας δεινὰ μάλιστα ηὐμοιρήκει πολλῶν ἀγαθῶν· ὅτε καὶ τὰς τοιαύτας ὑποσχέσεις τῷ βασιλεῖ δέδωκε καὶ τὰς πρὸς αὐτὸν ἀντεδέξατο. τούτοις μὲν οὖν, ὡς ἔφημεν, ἐλπίσας ὁ βασιλεὺς κατὰ τῆς Κωνσταντίνου ἐπῄει, καὶ ἀντιπέραν τοῦ βορείου κέρως τῆς πόλεως ἐν τόπῳ τοῦ Γαλατᾶ κατονομαζομένῳ ἐστρατοπεδεύσατο, καὶ τὸ μὲν δοκεῖν τὸ τοῦ Γαλατᾶ ἐμάχετο φρούριον, τῇ δ' ἀληθείᾳ κρύφα πρὸς τὸν Ἀσὲλ ἔπεμπεν, ὅπως τὰς ὑποσχέσεις πλη ρώσειεν. ὁ δὲ πρὸς κέρδος ἑώρα, οὐ πρὸς ἀλήθειαν· ψευ δεῖς γοῦν ἐποιεῖτο τὰς ἀποκρίσεις, ἄλλα ἐπ' ἄλλοις προφα σιζόμενος. ἐπεὶ γοῦν ἱκανὸς παρερρύη χρόνος καὶ οὐδὲν ἤνυεν, ἀλλὰ καὶ τῆς στρατιᾶς ὁπλισθείσης καὶ νυκτὸς ἀπιούσης καὶ τῇ οἰκίᾳ τούτου προσεγγισάσης-τοῦτο γὰρ ἐκεῖνος γενέσθαι διεμηνύσατο-τότε ψεύδεσθαι πεφώρα ται φανερῶς. καὶ ἐπεὶ οὐκ εἶχέ τινα εὔλογον ἀπολογίαν ποιήσασθαι, τὴν αἰτίαν εἰς τὸν ἄρχοντα τῆς πόλεως ἔθετο· «ὑπετόπασε» γὰρ εἴρηκεν «οὗτος ὡς οὐ καλόν ἐστι τὰς κλεῖς με τῶν τῆς πόλεως κατέχειν πυλῶν, καὶ διὰ ταῦτα εἴληφε ταύτας αὐτός, καὶ διὰ τοῦτο ἔγωγε περὶ τὸ ἔργον ἀδυνατῶ.» ἐπεὶ γοῦν καθαρῶς τὴν τοῦ ἀνθρώπου ἀπάτην ἐπεγνώκει ὁ βασιλεύς, ἐξῄει τοῦ