66
τόπου. καθ' ὁδὸν δὲ τρεῖς πρέσβεις οἱ Λατῖνοι πρὸς τὸν βασιλέα πεπόμφασιν εἰρήνην ζητοῦντες. ὁ δὲ βασιλεὺς πεποίηκε ταύτην, εἰς ἐνιαυτὸν δὲ καὶ μόνον ἕνα, ἐν στενῷ κομιδῇ ἐπισφίγξας τούτοις τὰ πράγματα.
84 ∆ιαπεράσας γοῦν ὁ βασιλεὺς τὸν Ἑλλήσποντον, τὰ τῶν Πηγῶν κατέλαβε μέρη κἀκεῖσε τὰς διατριβὰς ἐποι εῖτο. ἐπεὶ δὲ ὁ τοῦ θέρους παρῄει καιρός, ἀλλά γε δὴ καὶ ὁ τῆς ὀπώρας ἐρρύη, τῶν τοιούτων ἀπάρας χώρων πρὸς τὴν ἐξ ἔθους τοῖς βασιλεῦσιν οὖσαν ἀνάπαυσιν, ἐξ ὅτου τῆς Κωνσταντίνου γεγόνασιν ὑπερόριοι, κατηντήκει τὸ Νύμφαιον, ἐμὲ δὲ πρὸς τὸν ἄρχοντα τῶν Βουλγάρων τὸν Κωνσταντῖνον πρέσβιν ἐκπέπομφεν. ἀπῄειν γοῦν πρὸς αὐτόν, καὶ διεβίβασα μετ' αὐτοῦ ἡμέρας τινάς· ἔτυχον γὰρ τότε καὶ αἱ ἑορτάσιμοι τοῦ Χριστοῦ ἡμέραι, ἥ τε τῶν γε νεθλίων καὶ ἡ τοῦ βαπτίσματος. ἐν τῇ τοιαύτῃ καὶ γὰρ ἡμέρᾳ τοῦ βαπτίσματος οἱ τῶν Βουλγάρων ἄρχοντες λαμ πρύνονται μάλιστα, καὶ ἐβούλετο ὁ τῶν Βουλγάρων ἄρχων τῷ τότε Κωνσταντῖνος σφίσιν αὐτοῖς συνεῖναι κἀμὲ καὶ θεατὴν γενέσθαι τῶν τελουμένων. τὰ προστεταγμένα μοι γοῦν πληρώσας τοῦ Τρινόβου ἐξῄειν, καὶ πρὸς τὸν βασιλέα ἀπῄειν ἐν τῷ Νυμφαίῳ διάγοντα. ἐκεῖσε γοῦν ὁ βασιλεὺς παρεχείμασε, καὶ ἐπιλάμψαντος ἔαρος τοῦ Νυμφαίου ἐξῄει, τὴν λαμπρὰν τῆς ἀναστάσεως τοῦ κυρίου ἡμέραν προεορ τάσας ἐν τῷ Νυμφαίῳ. ἡμέρας δέ τινας ἐν τοῖς Φλεβίοις διαβιβάσας, περὶ τόπον οὕτω πως ἐπονομαζόμενον Κλυζο μενὴν ἀπελθὼν ἐπήξατο τὰς σκηνάς. ἐκεῖσε καὶ γὰρ εἰ ώθασιν οἱ βασιλεῖς τοῦ Νυμφαίου ἐξιόντες χρονοτριβεῖν καὶ τὸ πλέον τοῦ ἐαρινοῦ παραμείβειν καιροῦ. ὅ τε γὰρ τόπος ἅπας πεδιὰς καὶ χόρτον προβεβλημένη πολλοῖς ἀρ κοῦντα τοῖς ἵπποις, κατάρρυτος δὲ τυγχάνει καὶ ὕδασιν, ἐγγὺς δὲ αὐτοῦ καὶ κώμας ἔχει πολλὰς καὶ πόλεις, ἐξ ὧν δαψιλῆ καθειστήκει τὰ ζωαρκῆ. Ἐκεῖσε γοῦν ὄντος τοῦ βασιλέως καὶ ὁ σεβαστοκράτωρ Τορνίκης ἐκ τῆς Νικαέων ἐπιδεδήμηκε, καὶ δι' ὄχλου τῷ βασιλεῖ γέγονε διὰ τὸν προπατριαρχεύσαντα Ἀρσένιον. ὁ γὰρ πατριαρχικὸς ἐχήρευε θρόνος, τοῦ πατριαρχεύσαντος Νικηφό ρου, ὃς ἀπὸ τῆς Ἐφέσου εἰς τὸν πατριαρχικὸν μετετέθη θρό νον, ἀπάραντος τῶν ἐνθένδε καὶ πρὸς τὰς αἰωνίους μεταστάν τος σκηνάς, μηδὲ εἰς ὅλον σχεδὸν ἐνιαυτὸν τὸν πατριαρχικὸν κοσμήσαντος θρόνον. ὁ δὲ Ἀρσένιος οὗτος ἦν προβεβλημέ νος εἰς τὸν πατριαρχικὸν θρόνον πρὸς τοῦ βασιλέως Θεοδώ ρου, ἀνὴρ* καὶ εἰς λόγον καὶ εἰς πρᾶξιν παναφυέστατος. οὔτε γὰρ λόγον εἶχε τὸν κοσμοῦντα τοῦτον, εἴτ' ἐκ παιδείας γεγενημένον, εἴτ' ἐκ φύσεώς πως προβαλλόμενον, ἀλλὰ καὶ τὸ ἦθος ὑπῆρχε δεινὸς καὶ σκληρὸς τὸν τρόπον, καὶ ταχὺς μὲν εἰς ἔχθραν, εἰς δὲ φιλίαν βραδύς, καὶ τὴν μνησικα κίαν φέρων ὥσπερ τινὰ σκιὰν συνεφεπομένην τῷ σώματι. οὗτος κατ' ἀρχὰς μὲν τῆς αὐτοκρατορίας τοῦ βασιλέως εἰς τὰ πεπραγμένα τοῖς πᾶσι συνῄνει, καὶ ἦν προσφιλῶς τῷ βασιλεῖ διακείμενος. ἐπεὶ δὲ καὶ τὴν αὐτοκρατορικὴν ἀπε πλήρου στεφηφορίαν, εὐθὺς μεταπεπτώκει πρὸς τοὐναντίον καὶ δύσνους ἐγεγόνει τῷ βασιλεῖ, ἔχων ἐν ταὐτῷ συνίστορας τὸν Σάρδεων Ἀνδρόνικον καὶ* τὸν Θεσσαλονίκης Μανουὴλ τὸν καὶ Ὀψαρᾶν λεγόμενον. ἀλλ' ὁ μὲν Σάρδεων, ὅτε ὁ βασιλεὺς κατὰ τῆς Κωνσταντίνου ἐστρατοπεδεύσατο καὶ ἐγγὺς ταύτης τὰς ἐπαύλεις ἐποιεῖτο, τότε τὰ τῶν μοναχῶν ἐνε δέδυτο ἄμφια ὑπὸ τοῦ Φιλαδελφείας Ἰωαννικίου. ὡς γὰρ συχνῶς διηνώχλει τὸν βασιλέα ἐπιδημῆσαι τῇ Παφλαγόνων -ἐκεῖθεν καὶ γὰρ ὥρμητο-τὸ στρεβλόνουν τοῦ ἀνδρὸς ὁ βασιλεὺς ἀκριβῶς εἰδὼς οὐκ εἴα τοῦτον περὶ τὰ ἐκεῖσε μέρη ἀφῖχθαι· σκοπὸς γὰρ ἦν αὐτῷ τὰ τῶν Παφλαγόνων πάντα διαταράξαι τῇ πρὸς τὸν βασιλέα δυσνοίᾳ. ὁ βασι λεὺς δὲ δικαιότατον πρὸς τοῦτον ἐποίει τὸν λόγον ὡς «μητρο πολίτης κεχειροτόνησαι Σάρδεων, οὐκέτι γε μὴν Παφλαγο νίας, καὶ δεῖ σε τοῖς τῶν Σάρδεων ἐμφιλοχωρεῖν μέρεσι κἀκεῖσε καὶ διατρίβειν καί σου ποιμαίνειν τὸ ποίμνιον.» ἐπεὶ οὖν ἐπεγνώκει ἀμετάπτωτον εἶναι τὸ βασιλικὸν βούλημα, μὴ ἔχων ὅ, τι καὶ δράσειε, τὸν μονήρη