1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

67

βίον προείλετο. ὁ δὲ Θεσσαλονίκης Μανουὴλ ἄκων ἐξιὼν τῆς Νικαίας περί που τὰ ἐγγὺς ἐκείνης διέτριβεν. ὁ δὲ πατριαρχεύσας Ἀρσέ νιος καὶ αὐτὸς ἐξιὼν ἐκεῖθεν ἐν σμικροτάτῳ τινὶ σεμνείῳ ἑαυτὸν ἐγκαθείρξας διῆγεν, ἔμπρακτον κἂν οὐκ ἔγγραφον τὴν παραίτησιν ποιησάμενος. ἐντεῦθεν συνελθόντες πάντες οἱ ἀρχιερεῖς περὶ τὴν Λάμψακον, ψήφῳ πάντων καὶ προσ ταγῆ βασιλέως ὁ τῆς Ἐφέσου πρόεδρος Νικηφόρος εἰς τὸν πατριαρχικὸν ἀνήχθη θρόνον, ἀνὴρ καὶ λόγον καὶ τρόπον σεμνότατός τε ἅμα καὶ κοσμιώτατος καὶ πᾶσι τοῖς ἰδοῦσιν αὐτὸν προσφιλέστατος. ἀλλ' οὗτος, καθὰ προειρήκειν, μήπω ἀπενιαυτήσας πρὸς θεὸν ἀπῆρε. τότε γοῦν ὁ σεβαστοκράτωρ Τορνίκης οὐκ οἶδ' ὅπως τῆ φιλίᾳ τοῦ Ἀρσενίου προσ κείμενος ἠνάγκαζε τὸν* βασιλέα τὸν Ἀρσένιον εἰς τὸν πατρι αρχικὸν καὶ αὖθις θρόνον ἀναγαγεῖν, θαύματά τινα καὶ τεράστια παρὰ τοῦ Ἀρσενίου ἐνεργούμενα διηγούμενος, καί τοι γε τῶν ἄλλων τῶν ἐν ξυμβουλῇ μὴ θελόντων τοῦτο γενέσθαι. ἀλλὰ τὸ τοῦ βασιλέως καλοκαγαθὸν καὶ πρὸς τὸ εὖ ποιήσασθαι ἕτοιμον τῇ συμβουλῇ τοῦ σεβαστοκράτο ρος μᾶλλον ξυντεθῆναι πεποίηκε. καὶ ἀνήχθη καὶ αὖθις πρὸς τὸν πατριαρχικὸν θρόνον Ἀρσένιος, ἔγγραφον ποιησά μενος τὰ ὀρθὰ φρονεῖν καὶ πράττειν ὑπὲρ τοῦ βασιλέως.

85 Ὁ δὲ βασιλεὺς τὸν Στρατηγόπουλον Ἀλέξιον τὸν καίσαρα μετὰ στρατευμάτων τινῶν οἰκονομήσας ἐπὶ τοῖς δυτικοῖς ἐκπέπομφε μέρεσι, τοῖς ἐκεῖσε οὖσι τῶν Ῥωμαίων ὑπεναντίοις ξυνελθεῖν εἰς μάχην, παραγγείλας ὡς ἐν τῷ διέρχεσθαι, ἐπεὶ τὰ τῆς ὁδοῦ τῆς ἐκεῖσε φερούσης πλησίον ὑπάρχει τῆς Κωνσταντίνου, ἔφοδόν τινα κατ' αὐτῆς ποιή σασθαι καὶ μέχρι τῶν πυλῶν αὐτῆς ἐπιδραμεῖν τὰ στρα τεύματα, ὡς ἂν πτοία παρ' αὐτῶν τοῖς οὖσιν ἐντὸς Λατίνοις ἐγγένηται. ἐγένετο δὲ τῷ τότε καί τι ξυμβῆναι προνοίᾳ θεοῦ. ἐπεὶ γὰρ ναῦς μεγίστη κοίλη Λατινικὴ ἐκ Βενετίας εἰς τὴν Κωνσταντίνου ἀφίκετο, καὶ νέος ἐν ταύτῃ ἐξουσιαστὴς παρεγένετο, ὃν καὶ ποτεστάτον ἐπονομάζουσιν, ἀνήρ, ὡς ἐφάνη, δραστήριος καὶ θρασύτερος εἰς τὰ μάχιμα, τοὺς ἐν τῇ Κωνσταντινουπόλει πάντας Λατίνους παροτρύνας εἰς μάχην καὶ ξυμβουλεύσας ὡς «δεῖ καὶ ἡμᾶς μὴ μόνον ἐντὸς ὄντας τῆς πόλεως τὴν πόλιν καὶ ἑαυτοὺς φυλάττειν, ἀλλὰ καὶ κατὰ Ῥωμαίων τι δρᾶν, ὡς ἂν μὴ πάντῃ κατα φρονητικῶς ἐν τοῖς καθ' ἡμῶν διατίθωνται.» ἔπεισεν οὖν αὐτοὺς εἰσιόντας ἐν ὅσαις εἶχον τριήρεσι καί τισιν ἑτέροις πλοίοις, λεμβαδίοις οἷον καὶ δρόμωσι, κατὰ τῆς νήσου ∆αφνουσίας χωρῆσαι, εἴ πως δυνηθεῖεν αὐτὴν παραστή σασθαι καὶ σκύλων εὐμοιρῆσαι τῶν ἐξ αὐτῆς. κεκένωται οὖν ἡ πόλις ἀνδρῶν, καὶ ἦν γυναιξὶ καὶ νηπίοις καὶ τῷ βασιλικῷ τάχα ταύτης κατάρχοντι Βαλδουίνῳ μετά τινων μετρίων ἀνδρῶν διεξαγομένη καὶ τηρουμένη. Αἴφνης οὖν ὁ Στρατηγόπουλος Ἀλέξιος ὁ καῖσαρ νυκτὸς ἐπιὼν τῇ Κωνσταντίνου προσήγγισεν. ἐπεὶ δὲ μεθ' ἑαυτοῦ εἶχε καὶ ἄνδρας τινὰς ἐξωρμημένους τῆς πόλεως καὶ ἀκριβῶς εἰδότας τὰ κατ' αὐτήν, καὶ πυνθανόμενος αὐτῶν ἐμεμαθήκει ὀπήν τινα εἶναι περὶ τὸ τεῖχος τῆς πόλεως, δι' ἧς ἀνὴρ ὁπλίτης δύναιτ' ἂν ἐντὸς εἰσελθεῖν, μηδ' ὅλως μελλήσας τοῦ ἔργου εἴχετο. καὶ εἰσῆλθε διὰ ταύτης ἀνήρ, καὶ ἐπηκολού θησεν αὐτῷ ἕτερος, εἶτα ἐκείνῳ ἄλλος, καὶ οὕτω μέχρι τῶν πεντεκαίδεκα, τάχα δὲ καὶ πλείους ἄνδρες ἐντὸς εἰσῆλθον τῆς πόλεως. ἐπεὶ δὲ περὶ τὸ τεῖχος ἕνα εὗρον τῶν ἐμπεπιστευ μένων τὴν φυλακήν, τινὲς ἐξ αὐτῶν ἀναβάντες καὶ τῶν ποδῶν λαβόντες ἔρριψαν ἔξω τῆς πόλεως. οἱ δ' ἄλλοι ἀξίνας ἐγχειρισάμενοι καὶ τοὺς μοχλοὺς τῶν πυλῶν διαρρήξαντες ἐλευθέραν πεποίηνται τὴν εἰς τὴν πόλιν εἴσοδον τῷ στρατεύματι. οὕτω μὲν οὖν ὁ Στρατηγόπουλος καῖσαρ καὶ οἱ σὺν αὐτῷ πάντες Ῥωμαῖοι καὶ Σκύθαι-ἐκ τῶν τοιούτων καὶ γὰρ τὸ ὑπ' αὐτὸν συνεκεκρότητο στράτευμα-ἐντὸς τῆς πόλεως ἐγεγόνεισαν. οἱ δ' ἐντὸς τῷ αἰφνιδίῳ κατασεισθέν τες τοῦ πράγματος, ὡς εἶχεν ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύετο. καὶ οἱ μὲν περὶ τὰ σεμνεῖα