1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

αὐτοῖς ἡ γῆ τῆς ἐπαγγελίας. Λέγων δὲ ἐν τῷ αὐ τῷ ψαλμῷ συνεχῶς· Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐ τῶν ἔσωσεν αὐτούς· σημαίνει τῶν Κριτῶν τὴν βί βλον· τότε γὰρ κραζόντων αὐτῶν ἤγειρε κατὰ τὸν καιρὸν κριτὰς, καὶ ἔσωζε τὸν λαὸν ἀπὸ τῶν θλιβόντων αὐτούς. Καὶ τὰ τῶν Βασιλειῶν ψάλλει πως ἐν τῷ ἐν νεακαιδεκάτῳ, λέγων· Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Τὰ δὲ τοῦ Ἔσδρα ἐν τῷ ἑκατονεικοστῷ πέμπτῳ τῶν ἀναβαθμῶν ᾄδει· Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι· καὶ πάλιν ἐν τῷ ἑκατονεικοστῷ πρώτῳ· Εὐφράνθην ἐπὶ τοῖς εἰρη κόσι μοι· Εἰς οἶκον Κυρίου πορευσώμεθα. Ἑστῶ τες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱε ρουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό· ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, αἱ φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ. Τά τε τῶν Προφητῶν σχεδὸν ἐν ἑκάστῳ σημαίνει. Περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, καὶ ὅτι μὲν Θεὸς ὢν ἐπιδημήσει, οὕτως φησὶν ἐν μὲν τῷ τεσσαρακοστῷ ἐννάτῳ ψαλμῷ· Ὁ Κύριος ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· ἐν δὲ τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ· Εὐλογημένος ὁ ἐρχόμε νος ἐν ὀνόματι Κυρίου. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴ κου Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ Πατρὸς Λόγος, οὕτως ἐν τῷ ἑκατοστῷ ἕκτῳ ψάλλει· Ἀπέστειλε τὸν Λόγον αὐ τοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ὁ γὰρ ἐρχόμενος Θεὸς αὐτός ἐστι καὶ Λόγος ἀποστελλόμενος. Τοῦτον δὲ τὸν Λόγον εἰδὼς ὄντα τὸν Υἱὸν τοῦ Θεοῦ, ᾄδει φωνὴν τοῦ Πατρὸς ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· καὶ πάλιν ἐν τῷ ἑκα 27.16 τοστῷ ἐννάτῳ· Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐξεγέννησά σε. Τί γὰρ ἂν ἄλλο τις εἴποι γέννημα τοῦ Πάτρος ἢ τὸν Λόγον καὶ τὴν Σοφίαν αὐτοῦ; Τοῦτον εἰδυῖα ὄντα, ᾧ εἶπεν ὁ Πατήρ· Γενηθήτω φῶς, καὶ στερέωμα, καὶ τὰ πάντα, καὶ αὕτη ἡ βίβλος περιέχει λέγουσα· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Καὶ Χριστὸν δὲ αὐτὸν ἐρχόμενον οὐκ ἠγνόησεν· ἀλλὰ καὶ μάλιστα περὶ τούτου λέγει ἐν τῷ τεσσαρα κοστῷ τετάρτῳ ψαλμῷ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥά βδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύ νην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ ἵνα μὴ κατὰ φαντασίαν τις ἔρ χεσθαι αὐτὸν (εἶναι) νομίσῃ, σημαίνει αὐτὸν ἄνθρω πον γενησόμενον, καὶ τοῦτον εἶναι δι' οὗ τὰ πάντα γέγονε, λέγων ἐν τῷ ὀγδοηκοστῷ ἕκτῳ· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐ τῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Τοῦτο γὰρ ἴσον ἐστὶ τῷ εἰπεῖν· Καὶ Θεὸς ἦν ὁ Λό γος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ὁ Λόγος σὰρξ ἐγένετο. ∆ιὰ τοῦτο καὶ τὸ, ἐκ Παρθένου, γινώσκων οὐκ ἐσιώπησεν, ἀλλ' εὐθὺς ἔμφασίν τινα δίδωσιν ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, λέγων· Ἄκου σον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου. Τοῦτο γὰρ πάλιν ὅμοιόν ἐστι τοῦ λεγομένου παρὰ τοῦ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Καὶ γὰρ εἰρηκὼς αὐτὸν Χριστὸν, εὐθὺς καὶ τὴν ἀν θρωπίνην γένεσιν ἐκ τῆς Παρθένου ἐδήλωσε, λέγων· Ἄκουσον, θύγατερ. Ἰδὲ ὁ μὲν Γαβριὴλ ἐξ ὀνόματος καλεῖ Μαρίαν, ξένος ὢν αὐτῆς κατὰ τὴν γένεσιν· ὁ δὲ ∆αβὶδ ἐκ τοῦ σπέρματος αὑτοῦ τυγχάνουσαν αὐτὴν εἰκότως θυγατέρα προσφωνεῖ ταύτην. Ἄνθρωπον δὲ αὐτὸν εἰρηκυῖα γενησόμενον, ἀκο λούθως καὶ παθητὸν αὐτὸν σαρκὶ σημαίνει. Τήν τε ἐπι βουλὴν παρὰ τῶν Ἰουδαίων ὁρῶσα γινομένην, ψάλλει ἐν μὲν τῷ δευτέρῳ ψαλμῷ·