1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· ἐν δὲ τῷ εἰκοστῷ καὶ πρώτῳ τὴν ποιότητα τοῦ θανάτου ἐκ προσώπου τοῦ Σωτῆρός φησιν· Εἰς χοῦν θανάτου κατήγαγές με· ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Τὸ δὲ τὰς χεῖρας καὶ τοὺς πόδας ὀρύττεσθαι, τί ἕτερον ἢ σταυρὸν λέγων σημαίνει; Πάντα ταῦτα διδάσκουσα προστίθησιν, ὅτι μὴ δι' ἑαυτὸν, δι' ἡμᾶς δὲ ταῦτα πάσχει ὁ Κύριος. Καί φησιν ἐκ προσώπου πάλιν αὐτοῦ ἐν μὲν τῷ πζʹ· Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· ἐν δὲ τῷ ἑξηκοστῷ ὀγδόῳ· Ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον. Οὐ γὰρ 27.17 ὑπεύθυνος ὢν ἀπέθνησκεν, ἀλλ' ὑπὲρ ἡμῶν ἔπασχε, καὶ τὸν καθ' ἡμῶν θυμὸν διὰ τὴν παράβασιν ἐφ' ἑαυ τὸν ἐβάσταζε, λέγοντα διὰ τοῦ Ἡσαΐου· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε· καὶ λεγόντων μὲν ἡμῶν ἐν τῷ ἑκατοστῷ τριακοστῷ ἑβδόμῳ ψαλμῷ· Κύριος ἀντ αποδώσει ὑπὲρ ἐμοῦ· λέγοντος δὲ καὶ τοῦ Πνεύματος ἐν ἑβδομηκοστῷ πρώτῳ· Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην, ὅτι ἐῤῥύσατο, πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός. ∆ιὰ τοῦτο καὶ τὴν εἰς οὐρανοὺς σωματικὴν αὐ τοῦ ἄνοδον προμηνύει, καὶ λέγει ἐν μὲν εἰκοστῷ καὶ τρίτῳ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βα σιλεὺς τῆς δόξης· ἐν δὲ τῷ τεσσαρακοστῷ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγ γος. Τὴν μὲν κάθισιν ἀναγγέλλει, καί φησιν ἐν μὲν τῷ ἑκατοστῷ ἐννάτῳ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐν δὲ τῷ ἐννάτῳ καὶ τὴν γενομένην ἀπώλειαν τοῦ διαβόλου βοᾷ· Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην· ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Καὶ γὰρ ὅτι τὴν κρίσιν πᾶσαν ἔλαβε παρὰ τοῦ Πατρὸς, οὐκ ἔκρυψεν, ἀλλὰ καὶ κριτὴν πάντων αὐτὸν ἐρχό μενον προμηνύει ἐν μὲν οαʹ· Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιο σύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ἐν δὲ τῷ μθʹ φησί· Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὑτοῦ. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐ τοῦ· ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ ἐν τῷ παʹ· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Καὶ μὴν καὶ τὴν κλῆσιν τῶν ἐθνῶν ἔστιν ἀπ' αὐτῆς μαθεῖν ἐπὶ πολλῶν μὲν, μάλιστα δὲ ἀπὸ τοῦ μ ςʹ· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ἐν δὲ τῷ οαʹ· Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι· βασιλεῖς Θαρσεῖς καὶ αἱ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. Ταῦτα μὲν ἐν τοῖς Ψαλμοῖς ᾄδεται, ἐν δὲ ἑκάστῃ τῶν ἄλλων βίβλων προαπαγγέλλεται. Οὐκ ἀγνοῶν δὲ πάλιν ἔλεγεν, ὅτι καὶ ἐν ἑκάστῃ βίβλῳ τῆς Γραφῆς τὰ αὐτὰ περὶ τοῦ Σωτῆρος ἐξαι ρέτως σημαίνεται· καὶ ἔστι τοῦτο πάσαις αὐταῖς ἀπάγγελμα, καὶ συμφωνία ἡ αὐτὴ τοῦ Πνεύματος. Καὶ γὰρ ὥσπερ τὰ τῶν ἄλλων ἐν ταύτῃ δυνατὸν εὑ ρεῖν· οὕτως καὶ τὰ ταύτης ἐν ταῖς ἑτέραις πολλάκις εὑρίσκεται. Καὶ γὰρ Μωϋσῆς ᾠδὴν γράφει, καὶ Ἡ σαΐας ᾄδει, καὶ ὁ Ἀμβακοὺμ προσεύχεται μετ' ᾠδῆς. Πάλιν τε ἐν ἑκάστῃ βίβλῳ ἔστιν ἰδεῖν καὶ προφητείας καὶ νομοθεσίας καὶ ἱστορίας. Τὸ γὰρ αὐτὸ Πνεῦμα ἐπὶ πάντας ἐστί· καὶ κατὰ μὲν τὴν εἰς ἕκαστον γε νομένην αὐτοῦ διαίρεσιν ἕκαστος τὴν δοθεῖσαν αὐτῷ 27.20 χάριν διακονεῖ καὶ πληροῖ, εἴτε προφητεία ἐστὶν, εἴτε νομοθεσία, εἴτε τῆς ἱστορίας ἡ μνήμη, εἴτε τῶν ψαλ μῶν ἡ χάρις· ἐπειδὴ δὲ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμά ἐστιν, οὗπερ καὶ πᾶσαι διαιρέσεις εἰσὶν, αὐτὸ δὲ ἀδι αίρετόν ἐστι κατὰ φύσιν· διά τοι