1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

5

εἰσιν· οἵ τε ἀκούοντες ἄλλους ἑαυτοὺς ἐκείνων ἡγοῦνται, περὶ ὧν ὁ λόγος φησὶ, καὶ τὰς ἐπαγγελλομένας δὲ πράξεις, ἄχρι τοῦ θαυμάζειν καὶ ζηλοῦν αὐτὰς, εἰς τὸ μιμεῖσθαι γίνονται. Ταύτην δὲ βίβλον ὁ λαμβάνων τὰς μὲν περὶ τοῦ Σωτῆρος προ φητείας συνήθως ἐν ταῖς ἄλλαις Γραφαῖς θαυμάζων καὶ προσκυνῶν διεξέρχεται, τοὺς δὲ ἑτέρους ψαλμοὺς ὡς ἰδίους ὄντας λόγους ἀναγινώσκει· καὶ ὁ ἀκούων δὲ ὡς αὐτὸς λέγων κατανύσσεται, καὶ συνδιατίθεται τοῖς τῶν ᾠδῶν ῥήμασιν, ὡς ἰδίαν ὄντων αὐτοῦ. Σαφηνείας δὲ χάριν οὐκ ὀκνητέον, κατὰ τὸν μακάριον Ἀπόστολον, ἐπαναλαβόντα τὸ αὐτὸ λέγειν. Πλεῖστοι λόγοι τῶν πατριαρχῶν εἰσι, καὶ ἴδιοι παρ' αὐτῶν εἰρημένοι· καὶ Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο· Ἡλίας τε καὶ Ἑλισσαῖος ἐπὶ τὸ Καρμήλιον ὄρος καθήμενοι ἐπεκαλοῦντο τὸν Κύριον, καὶ ἀεὶ ἔλεγον· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐ τοῦ σήμερον. Οἵ τε τῶν ἄλλων ἁγίων προφητῶν λόγοι προηγούμενοι μέν εἰσιν οἱ περὶ τοῦ Σωτῆρος· ἔπειτα δὲ καὶ πλεῖστοι γεγόνασι τοῖς τε ἔθνεσι καὶ τῷ Ἰσραήλ. Καὶ ὅμως οὐδεὶς οὔτε τῶν πατριαρχῶν λό γους ὡς ἰδίους ἄν ποτε εἴποι, οὔτε τολμήσοι τις μι μήσασθαι καὶ εἰπεῖν τὰ Μωϋσέως ἴδια ῥήματα, οὐδὲ τοῦ Ἀβραὰμ περὶ τοῦ οἰκογενοῦς καὶ τοῦ Ἰσμαὴλ καὶ τὰ περὶ τοῦ μεγάλου Ἰσαὰκ, κἂν ἡ αὐτὴ χρεία τινὰ καὶ ἀνάγκη καταλάβῃ, τολμήσας ἄν τις ὡς ἴδια εἴποι. Ἂν δὲ καὶ συμπάσχῃ τις τοῖς πάσχουσι, καὶ πόθον ποτὲ λάβῃ τοῦ κρείττονος, οὔποτ' ἂν εἴποι ὡς 27.24 Μωϋσῆς· Ἐμφάνισόν μοι σεαυτόν· ἢ πάλιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ ἀφῇς, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγρα ψας. Ἀλλ' οὐδὲ, τὰς τῶν προφητῶν τις λαμβάνων ὡς ἴδια ῥήματα, μέμψαιτό τις ἢ ἐπαινέσειε τούτοις τὰ ὅμοια πράξαντας, οἷς ἐμέμψαντο καὶ ἐπῄνεσαν ἐκεῖ νοι· οὐδὲ τὸ, Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐ τοῦ σήμερον, μιμήσηται ἄν τις εἰπεῖν ὡς ἴδιον λό γον. Καὶ γὰρ καὶ ὁ ἐντυγχάνων ταῖς βίβλοις φανερός ἐστι μὴ ὡς ἰδίους, ἀλλὰ τῶν ἁγίων καὶ τῶν δι' αὐ τῶν δηλουμένων λέγων τοὺς λόγους. Τοὺς δέ γε Ψαλ μοὺς, τὸ παράδοξον, μετὰ τὰς περὶ τοῦ Σωτῆρος καὶ τῶν ἐθνῶν προφητείας ὁ λέγων τὰ ἄλλα ὡς ἴδια ῥή ματα λαλῶν ἐστι, καὶ ὡς περὶ αὑτοῦ γραφέντας αὐτοὺς ἕκαστος ψάλλει, καὶ οὐχ ὡς ἑτέρου λέγοντος ἢ περὶ ἑτέρου σημαίνοντος δέχεται, καὶ διεξέρχεται· ἀλλ' ὡς αὐτὸς περὶ αὐτοῦ λαλῶν διατίθεται· καὶ οἷά ἐστι τὰ λεγόμενα, ταῦτα ὡς αὐτὸς πράξας καὶ ἐξ ἑαυτοῦ λαλῶν ἀναφέρει τῷ Θεῷ. Οὐ γὰρ ὡς τὰ τῶν πατριαρχῶν ῥήματα, καὶ Μωϋσέως, καὶ τῶν ἄλλων προφητῶν, εὐλαβηθήσεται καὶ ταῦτα· ἀλλὰ καὶ μά λιστα ὡς ἴδια καὶ περὶ ἑαυτοῦ γραφέντα θαρσεῖ λέ γων ὁ ψάλλων ταῦτα. Τὸν γὰρ φυλάξαντα τὴν ἐν τολὴν, καὶ παραβάντα ταύτην, τήν τε ἑκατέρου πρᾶξιν περιέχουσιν οἱ Ψαλμοί. Ἀνάγκη δὲ πάντα ἄνθρωπον ἐν τούτοις συνέχεσθαι, καὶ ἢ ὡς φυλάξαντα τὴν ἐντολὴν, ἢ ὡς παραβάντα ταύτην, λέγειν τοὺς περὶ ἑκάστου γεγραμμένους λόγους. Καί μοι δοκεῖ τῷ ψάλλοντι γίνεσθαι τούτους ὥσπερ εἴσοπτρον, εἰς τὸ κατανοεῖν καὶ αὐτὸν ἐν αὐ τοῖς καὶ τὰ τῆς ἑαυτοῦ ψυχῆς κινήματα, καὶ οὕτως αἰσθόμενον ἀπαγγέλλειν αὐτούς. Καὶ γὰρ καὶ ὁ ἀκούων τοῦ ἀναγινώσκοντος ὡς περὶ αὐτοῦ λεγομέ νην τὴν ᾠδὴν καταδέχεται· καὶ ἢ ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος κατανυγεὶς μετανοήσει, ἢ περὶ τῆς εἰς Θεὸν ἐλπίδος ἀκούων καὶ τῆς εἰς τοὺς πιστεύον τας γινομένης ἀντιλήψεως, ὡς εἰς αὐτὸν γενομένης τοιαύτης χάριτος ἀγαλλιᾶται, καὶ εὐχαριστεῖν ἄρ χεται τῷ Θεῷ. Ὅτε γοῦν τὸν τρίτον ψάλλει τις εἰς τὰς ἰδίας θλίψεις συνορῶν, ὡς αὑτοῦ εἶναι νομίζει τὰ ἐν τῷ ψαλμῷ ῥήματα· καὶ τότε τὸν ιαʹ καὶ τὸν ι ςʹ ὡς εἰς τὴν ἰδίαν πεποίθησιν καὶ προσευχήν ἐστιν ἀπαγγέλλων· καὶ τὸν μὲν νʹ ψαλμὸν ὡς αὐτός ἐστι τὰ ἴδια τῆς μετανοίας ἑαυτοῦ λέγων ῥήματα· τὸν δὲ νγʹ, καὶ τὸν νεʹ, καὶ τὸν ν ςʹ, καὶ τὸν ρμαʹ, ὅτε ψάλλει τις, οὐχ ὡς ἄλλου διωκομένου, ἀλλ' ὡς ὢν ὁ πάσχων συνδιατίθεται, καὶ ᾄδει τῷ Κυρίῳ ὡς ἰδίους τοὺς λόγους τούτους. Καὶ ὅλως οὕτως ἕκαστος ψαλ μὸς παρὰ τοῦ Πνεύματος εἴρηταί τε καὶ συντέ τακται, ὡς ἐν αὐτοῖς, καθὰ πρότερον εἴρηται, τὰ