1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

οὐρανοῖς χορευόντων προσεκαλοῦντο. Τὸ ἄρα μετὰ μέλους λέγεσθαι τοὺς ψαλμοὺς οὐκ ἔστιν εὐ φωνίας σπουδὴ, ἀλλὰ τεκμήριον τῆς ἁρμονίας τῶν ἐν τῇ ψυχῇ λογισμῶν. Καὶ ἡ ἐμμελὴς δὲ ἀνάγνωσις σύμβολόν ἐστι τῆς εὐρύθμου καὶ ἀχειμάστου κατα στάσεως τῆς διανοίας. Καὶ γὰρ τὸ αἰνεῖν τὸν Θεὸν ἐν κυμβάλοις εὐήχοις καὶ κιθάρᾳ καὶ δεκαχόρδῳ ψαλ τηρίῳ, σύμβολον πάλιν ἦν καὶ σημαντικὸν τοῦ συγκεῖ σθαι μὲν νομίμως τὰ μέλη τοῦ σώματος ὡς χορδὰς, τοὺς δὲ λογισμοὺς τῆς ψυχῆς ὡς κύμβαλα γίνεσθαι, καὶ λοιπὸν τῇ ἠχῇ καὶ τῷ νεύματι τοῦ πνεύματος ταῦτα πάντα κινεῖσθαι καὶ ζῇν· ὥστε, κατὰ τὸ γε γραμμένον, τῷ πνεύματι τὸν ἄνθρωπον ζῇν μὲν, καὶ τὰς πράξεις τοῦ σώματος θανατοῦν. Οὕτως γὰρ καὶ καλῶς ψάλλων ῥυθμίζει τὴν ψυχὴν αὐτοῦ, καὶ ὥσπερ ἐξ ἀνισότητος εἰς ἰσότητα ἄγει· ὥστε ἐν τῷ κατὰ φύσιν αὐτὴν ἑστηκυῖαν μὴ πτοεῖσθαι ὑπό τινος, ἀλλὰ καὶ μᾶλλον εὐφαντάσιον γίνεσθαι, καὶ πλέον αὐτὴν λαμβάνειν πόθον τῶν μελλόντων ἀγα θῶν. Τῇ γὰρ τῶν ῥημάτων μελῳδίᾳ συνδιατιθεμένη ἐπιλανθάνεται τῶν παθῶν, καὶ χαίρουσα βλέ πει πρὸς τὸν νοῦν τὸν ἐν Χριστῷ, λογιζομένη τὰ βέλτιστα. ∆εῖ τοίνυν, ὦ τέκνον, τῶν ἐντυγχανόντων ἕκα στον ταύτῃ τῇ βίβλῳ ἐντυγχάνειν μὲν ἅπασι γνη σίως τοῖς ἐν αὐτῇ θεοπνεύστοις οὖσι, λαμβάνειν δὲ λοιπὸν ἀπ' αὐτῶν ὡς ἐκ παραδείσου καρπῶν ὠφε λείας, πρὸς ὃ τὴν χρείαν ἑαυτὸν ἔχοντα συνορᾷ. Ἡγοῦμαι γὰρ ἐν τούτοις τοῖς λόγοις τῆς βίβλου τὸν πάντα βίον τῶν ἀνθρώπων, τάς τε τῆς ψυχῆς δια θέσεις, καὶ τὰ τῶν λογισμῶν κινήματα μεμετρῆσθαι καὶ περιέχεσθαι· καὶ μηδὲν πλέον τούτων ἐν ἀνθρώ ποις εὑρίσκεσθαι. Εἴτε γὰρ μετανοίας ἢ ἐξομολογή σεως χρεία, ἢ θλίψις καὶ πειρασμὸς κατέλαβεν, ἢ ἐδιώχθη τις, καὶ ἢ ἐπιβουλευόμενος ἐῤῥύσθη, εἰ δὲ καὶ περίλυπός τις γέγονεν καὶ ταράττεται, καὶ πά σχει τι τοιοῦτον, οἷον ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἢ καὶ συνορᾷ ἑαυτὸν μὲν προκόπτοντα, τὸν δὲ ἐχθρὸν καταργούμενον, ἢ καὶ αἰνέσαι καὶ εὐχαριστῆσαι, καὶ εὐλογῆσαι βούλεται τὸν Κύριον, ἔχει τὴν διδασκα λίαν τούτων ἐν τοῖς θείοις ψαλμοῖς. Ἐκλεγέσθω γὰρ τὰ ἐν αὐτοῖς περὶ ἑκάστου τούτων εἰρημένα, καὶ οὕ τως ὡς περὶ ἑαυτοῦ γεγραμμένα λέγων, καὶ συνδια τιθέμενος τοῖς γεγραμμένοις, ἀναφέρει τῷ Κυρίῳ. Μὴ περιβαλλέτω μέντοι τις αὐτὰ τοῖς ἔξωθεν πιθανοῖς ῥήμασι, μηδὲ πειραζέτω τὰς λέξεις μετα ποιεῖν ἢ ὅλως ἐναλλάσσειν· ἀλλ' οὕτως ἀτεχνῶς τὰ γεγραμμένα λεγέτω καὶ ψαλλέτω, ὥσπερ εἴρηται, ὑπὲρ τοῦ καὶ τοὺς διακονήσαντας ἀνθρώπους αὐτὰ 27.44 ἐπιγινώσκοντας τὸ ἑαυτῶν συνεύχεσθαι ἡμῖν· μᾶλλον δὲ ἵνα καὶ τὸ Πνεῦμα τὸ λαλῆσαν ἐν τοῖς ἁγίοις, θεω ροῦν τοὺς παρ' αὐτοῦ λόγους ἐνηχηθέντας ἐκείνοις, συναντιλαμβάνηται ἡμῖν. Ὅσῳ γὰρ τῶν ἁγίων ὁ βίος βελτίων τῶν ἄλλων ἐστὶ, τοσούτῳ καὶ τὰ παρ' αὐτῶν ῥήματα τῶν παρ' ἡμῶν συντιθεμένων βελτίονα καὶ ἰσχυρότερα ἄν τις εἴποι δικαίως. Ἐν τούτοις γὰρ εὐηρέστησαν τῷ Θεῷ, καὶ ταῦτα λέγοντες, ὡς εἶπεν ὁ Ἀπόστολος· Κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Οὐκοῦν καὶ νῦν ταῦτα λέγων ἕκαστος ἔστω θαῤῥῶν, ὅτι δι' αὐτῶν ταχέως ὁ Θεὸς ἐπακούσεται τοῖς δεομένοις· εἴτε γὰρ θλίβεται λέγων ταῦτα, μεγάλην ὄψεται τὴν ἐν αὐτοῖς παράκλησιν· εἴτε πειράζεται καὶ διώκεται ψάλλων οὕτως, δοκιμώτερος ἀναφανήσεται, καὶ σκεπασθήσεται παρὰ τοῦ Κυρίου, τοῦ καὶ τὸν εἰπόντα ταῦτα σκεπάσαντος· ἐν τούτοις τὸν μὲν διάβολον ἀνατρέψει, τοὺς δὲ δαίμονας αὐτοῦ σοβήσει. Ταῦτα λέγων εἰ μὲν ἥμαρτεν, ἑαυτὸν ἐντρέψει καὶ παύσεται· εἰ δὲ μὴ ἥμαρτεν, ὄψεται ἑαυτὸν χαίροντα, ὅτι τοῖς μὲν ἔμπροσθεν ἐπεκτείνεται, καὶ ἀγωνιζόμενος μὲν ἰσχύσει ψάλλων οὕτως, οὐ σαλευθήσεται δὲ εἰς τὸν αἰῶνα ἀπὸ τῆς ἀληθείας, ἀλλὰ καὶ τοὺς ἀπατῶντας καὶ