1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

προτρεπτικὸς εἰς ἀνδρίαν ἐστὶ πʹ. Οἱ δὲ κατηγορικοὶ τῶν ἀσεβῶν καὶ παρανόμων εἰσὶ βʹ, ιγʹ, λεʹ, ναʹ, νβʹ. Καὶ ὁ μὲν ἐπικλήσεώς ἐστι δʹ. Οἱ δὲ ἐπευκτικὰ ἀπαγγέλλουσιν, ὡς ιθʹ καὶ ξγʹ Καὶ οἱ μὲν καυχήσεως τῆς ἐν Κυρίῳ ἀπαγγέλλον τες λόγους εἰσὶ κβʹ καὶ κ ςʹ, ληʹ, λθʹ, μαʹ, ξαʹ, οεʹ, πγʹ, ςςʹ, ςηʹ, ρναʹ. Οἱ δὲ ἐντρεπτικοί εἰσι νζʹ, παʹ. Καὶ οἱ μὲν ὕμνου ῥήματα λέγουσι μζʹ, ξδʹ. Ὁ δὲ ἀλαλαγμοῦ καὶ περὶ ἀναστάσεως ξεʹ. Καὶ ἕτερος ἀλαλαγμοῦ μόνον ῥήματα λέγει ςθʹ. Τοιαύτης οὖν τῆς διατάξεως οὔσης τῶν Ψαλ μῶν, ἔστι λοιπὸν δυνατὸν τοὺς ἐντυγχάνοντας εὑρεῖν ἐν ἑκάστῳ, καθὰ προεῖπον, τὰ κινήματα καὶ τὴν κα τάστασιν τῆς ἰδίας ψυχῆς, οὕτως τε περὶ ἑκάστου τὸν τύπον καὶ τὴν διδασκαλίαν· καὶ τίνα μὲν λέγων ἀρέσκειν δύναται τῷ Κυρίῳ, διὰ ποίων δὲ ῥημάτων ἑαυτὸν διορθοῦσθαι δύναται, καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, ὑπὲρ τοῦ μὴ εἰς ἀσέβειαν ἐκπίπτειν τὸν παρὰ τοιαῦτα λέγοντα. Οὐ γὰρ μόνον περὶ τῶν ἔργων, ἀλλὰ καὶ περὶ ἀργοῦ ῥήματος ἀποδοῦναι λόγον ἔχο μεν τῷ Κριτῇ. Ἄν τε τοίνυν μακαρίσαι τινὰ θελήσῃς, ἔχεις πῶς δεῖ, καὶ ἐπὶ τίνι, καὶ τίνα δεῖ λέγειν, τόν τε αʹ καὶ τὸν λαʹ, καὶ μʹ, καὶ ριαʹ, καὶ ριηʹ, καὶ ρκζʹ· ἄν τε μέμψασθαι τὴν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν, ἔχεις τὴν δευτέραν ᾠδήν. Ἂν δὲ διώκῃ παρὰ τῶν ἰδίων, καὶ πολλοὺς ἔχῃς τοὺς ἐπαναστάντας κατὰ σοῦ, λέγε τὸν γʹ ψαλμόν. Εἰ δὲ οὕτως θλιβόμε νος ἐπεκαλέσω τὸν Κύριον, καὶ εἰσακουσθεὶς θέλεις εὐχαριστεῖν, ψάλλε τὸν τέταρτον, καὶ οδʹ, καὶ ριδʹ. Καὶ ἐὰν, ἔτι τοὺς πονηρευομένους βλέπων ἐνεδρεύειν θέλοντας, ἐνωτίζεσθαί σου θέλῃς τὴν εὐχὴν, ὀρθρίζων 27.29 τὸ πρωῒ ψάλλε τὸν εʹ. Αἰσθόμενος δὲ ἀπειλῆς τοῦ Κυ ρίου, ἐὰν διὰ τοῦτο ταραττόμενον σεαυτὸν βλέπῃς, δύνασαι λέγειν τὸν ςʹ καὶ τὸν λζʹ. Ἐὰν δὲ καὶ βου λεύωνταί τινες κατὰ σοῦ, ὡς ὁ Ἀχιτόφελ κατὰ τοῦ ∆αβὶδ, καὶ τοῦτό σοί τις ἀπαγγείλῃ, ψάλλε τὸν ζʹ, καὶ θάῤῥει τῷ ῥυομένῳ σε Θεῷ. Βλέπων δὲ τὴν πανταχοῦ χάριν τοῦ Σωτῆρος ἐκτεταμένην, καὶ σωθὲν τὸ γένος τῶν ἀνθρώπων, ἐὰν προσφωνεῖν θέλῃς τῷ Κυρίῳ, ψάλλε τὸν ηʹ. Ἀλλὰ πάλιν ᾆσαι θέλεις ἐπιλήνιον, εὐχαριστῶν τῷ Κυρίῳ, ἔχεις αὐτὸν πάλιν τὸν ηʹ καὶ τὸν πγʹ. Ἐπὶ δὲ τῷ κατ ηργῆσθαι τὸν ἐχθρὸν καὶ σεσῶσθαι τὴν κτίσιν, μὴ καυχώμενος ἐπὶ σαυτῷ, ἀλλὰ εἰδὼς τὸν Υἱὸν τοῦ Θεοῦ τοῦτο κατορθώσαντα, λέγε τὸν εἰς αὐτὸν εἰρη μένον θʹ ψαλμόν. Καὶ ἐὰν λίαν σέ τις ταράσσειν ἐθέλῃ, ἔχε σὺ τὴν πεποίθησιν εἰς τὸν Κύριον, καὶ ψάλλε τὸν ιʹ. Ὅταν δὲ τὴν τῶν πολλῶν ὑπερηφανίαν ἴδῃς καὶ πλεονάζουσαν τὴν κακίαν, ὥστε μηδὲν ὅσιον ἐπ' ἀνθρώποις γενέσθαι, κατάφυγε σὺ ἐπὶ τὸν Κύ ριον, καὶ λέγε τὸν ιαʹ. Ἐγχρονιζούσης δὲ τῆς παρὰ τῶν ἐχθρῶν ἐπιβουλῆς, μὴ ὀλιγώρει ὡς ἐπιλησθεὶς παρὰ τῷ Θεῷ, ἀλλὰ παρακάλει τὸν Κύριον ᾄδων τὸν ιβʹ. Ἐπειδὰν βλασφημούντων τινῶν κατὰ τῆς Προνοίας ἀκούσῃς, μὴ κοινώνει μὲν αὐτῶν τῇ ἀσεβείᾳ, ἐντυγχάνων δὲ τῷ Θεῷ, λέγε τὸν ιγʹ καὶ νβʹ. Καὶ λοι πὸν ἐὰν θέλῃς μαθεῖν ὁποῖός ἐστι τῆς βασιλείας τῶν οὐρανῶν ὁ πολίτης, ψάλλε τὸν ιδʹ. Προσευχῆς σοι χρεία διὰ τοὺς ἀνθεστηκότας σοι καὶ περιέχοντάς σου τὴν ψυχὴν, ᾆδε τὸν ι ςʹ, καὶ τὸν πεʹ, καὶ τὸν π ςʹ, καὶ τὸν ρμʹ. Ἀλλὰ θέλεις μα θεῖν, πῶς Μωϋσῆς προσηύξατο, ἔχεις τὸν πθʹ. Ἀλλ' ἐσώθης ἀπὸ τῶν ἐχθρῶν σου, καὶ ἐῤῥύσθης ἀπὸ τῶν διωκόντων σε, ᾆδε καὶ σὺ τὸν ι ςʹ ψαλμόν. Θαυμάζεις τὴν τῆς κτίσεως τάξιν, καὶ τὴν εἰς αὐτὴν τῆς Προ νοίας χάριν, τοῦ τε νόμου τὰ ἱερὰ προστάγματα, ψάλλε τὸν ιηʹ καὶ τὸν κγʹ. Θλιβομένους δὲ ὁρῶν, πα ρακάλει τούτους, ἐπευχόμενος καὶ λέγων αὐτοῖς τὰ ἐν τῷ ιθʹ ψαλμῷ ῥήματα. Ὁρᾷς σεαυτὸν ποιμαινόμενον καὶ εὐοδούμενον παρὰ τοῦ Κυρίου, χαίρων ἐπὶ τούτῳ ψάλλε τὸν κβʹ. Οἱ ἐχθροὶ περὶ σὲ, ἀλλὰ σὺ τὴν ψυχὴν ἐπαίρων πρὸς Θεὸν, λέγε τὸν κδʹ, καὶ ὄψει τούτους ἁμαρτάνοντας διακενῆς. Ἐπιμένουσιν οἱ ἐχθροὶ, οὐδὲν ἕτερον ἢ τὰς χεῖρας ἔχοντες αἱμάτων πλήρεις, καὶ ζητοῦντες ἑλκῦσαί σε καὶ ἀπολέσαι, μὴ δῷς ἀν θρώπῳ τὸ κρῖμα (ὕποπτα γὰρ πάντα τὰ ἀνθρώπινα)· ἀλλὰ τὸν Θεὸν ἀξιῶν κριτὴν γενέσθαι (μόνος γὰρ αὐτὸς δίκαιος), λέγε τὰ ἐν τῷ κεʹ, καὶ τὸν λδʹ, καὶ τὸν μβʹ. Ἐὰν δὲ καὶ τραχύτερον ἐπίθωνται, καὶ πλῆ