1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

τὴν χάριν, ὡς ἐν στήλαις γράφων αὐτὴν ἐν τῇ ψυχῇ, μνημόσυνον οὖσαν τοῦ μὴ διεφθάρθαι σε, καὶ λέγε τὰ ἐν τῷ νηʹ ψαλμῷ. Ἐὰν δὲ καὶ ὀνειδίζωσι θλί βοντες οἱ ἐχθροὶ, καὶ φλυαροῦντες διαβάλλωσιν οἱ δοκοῦντες εἶναι φίλοι, καὶ λυπηθῇς ἐν τῇ ἀδολεσχίᾳ σου πρὸς ὀλίγον, ἀλλὰ δύνασαι παρακαλεῖσθαι ὑμνῶν καὶ σὺ τὸν Θεὸν, καὶ λέγων τὰ ἐν τῷ νδʹ ῥήματα. Καὶ πρὸς μὲν ὑποκρινομένους καὶ ἐν προσώπῳ καυ χωμένους λέγε πρὸς ἐντροπὴν ἐκείνων τὸν νζʹ ψαλ μόν· πρὸς δὲ τοὺς ὁρμῶντας ἀγρίως κατὰ σοῦ, καὶ θέλοντας λαβεῖν σου τὴν ψυχὴν, ἀντίθες σὺ τὴν πρὸς τὸν Θεόν σου ὑποταγὴν, καὶ θάῤῥει. Ὅσῳ γὰρ ἐκεῖ νοι μαίνονται, τοσούτῳ μᾶλλον ὑποτάσσου σὺ τῷ Κυρίῳ, καὶ λέγε τὰ ἐν τῷ ξαʹ. Καὶ ἐὰν μὲν διωκό μενος εἰς ἐρημίαν ἀπέλθῃς, μὴ φοβηθῇς ὡς μόνος ὢν ἐκεῖ, ἔχων δὲ τὸν Θεὸν ἐκεῖ καὶ πρὸς αὐτὸν ὀρθρί ζων ψάλλε τὸν ξβʹ. Ἐκφοβούντων δὲ τῶν ἐχθρῶν καὶ μὴ παυομένων τοῦ ἐνεδρεύειν, ἀλλὰ καὶ ἐξερευνών των πᾶν κατὰ σοῦ, κἂν πλῆθος ὦσι, μὴ ὑπενδῷς· βέλη γὰρ νηπίων ἔσονται τούτων αἱ πληγαὶ, ψάλλον τός σου τὸν ξγʹ, καὶ τὸν ξδʹ, καὶ ξθʹ, καὶ οʹ. Καὶ ὅταν μὲν ὑμνῆσαι βούλῃ τὸν Κύριον, ᾆδε τὰ ἐν τῷ ξδʹ. Ἐὰν δὲ κατηχῆσαι θέλῃς τινὰς περὶ ἀναστάσεως, ᾆδε τὰ ἐν τῷ ξεʹ. Οἰκτιρμοὺς δὲ αἰτῶν παρὰ τοῦ Θεοῦ, ὕμνει αὐτὸν, ψάλλων τὸν ξ ςʹ. Ὅτε δὲ βλέπεις τοὺς μὲν ἀσεβεῖς ἐν εἰρήνῃ εὐθηνουμένους καὶ καταθυμίως ζῶντας τοὺς δὲ δικαίους θλιβομέ νους, ἵνα μὴ σκανδαλισθῇς καὶ παρασαλευθῇς, λέγε καὶ σὺ τὰ ἐν τῷ οβʹ ψαλμῷ. Καὶ ὅταν μὲν ὀργισθῇ ὁ Θεὸς ἐπὶ τὸν λαὸν, ἔχεις εἰς παράκλησιν περὶ τούτου λόγους συνετοὺς τοὺς ἐν τῷ ογʹ· ὅτε δὲ χρεία σοι ἐξομολογήσεώς ἐστι ψάλλε τὸν θʹ, οδʹ καὶ ςαʹ, καὶ ρδʹ, καὶ ρεʹ, καὶ ρ ςʹ, καὶ ρζʹ, καὶ ριʹ, καὶ ριζʹ, καὶ ρλεʹ, καὶ ρλζʹ. Καὶ δυσωπῆσαι μὲν θέλων τὰ τῶν Ἑλ λήνων καὶ τὰ τῶν αἱρετικῶν, ὅτι μὴ παρ' αὐτοῖς ἔνι θεογνωσία, ἀλλ' ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ, δύνασαι νοῶν ᾄδειν καὶ λέγειν τὰ ἐν τῷ οεʹ. Τῶν δὲ ἐχθρῶν προκαταλαβόντων τὰς διεκφυγὰς, καὶ πάνυ θλιβόμενος, κἂν ταραχθῇς, μὴ ἀπελπίσῃς, ἀλλὰ εὔ χου· καὶ ἐὰν κράζων εἰσακουσθῇς, εὐχαρίστει τῷ Θεῷ, λέγων τὰ ἐν τῷ ο ςʹ. Ἐὰν δὲ ἐπιμένοντες οἱ ἐχθροὶ ἐπεισέλθωσι, καὶ μιάνωσι τὸν οἶκον τοῦ Θεοῦ, τούς τε ἁγίους ἀποκτείνωσι, καὶ τὰ σώματα αὐτῶν ῥίψωσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ἵνα μὴ συνελκυ σθεὶς καταπτήξῃς αὐτῶν τὴν ὠμότητα, σύμπασχε μὲν τοῖς πάσχουσιν, ἐντύγχανε δὲ τῷ Θεῷ, λέγων τὸν οηʹ ψαλμόν. Ἐν ἑορτῇ δὲ, θέλων ᾆσαι τῷ Κυρίῳ, συγκα λέσας τοὺς τοῦ Θεοῦ δούλους, ψάλλε τὰ ἐν τῷ πʹ καὶ ςδʹ. Τῶν δὲ ἐχθρῶν πάλιν ἐπισυναχθέντων πάντων πανταχόθεν, καὶ ἀπειλούντων κατὰ τοῦ οἴκου τοῦ Θεοῦ, συνθήκας τε ποιούντων κατὰ τῆς εὐσεβείας, 27.36 ἵνα μὴ ἀθυμήσῃς διὰ τὸ πλῆθος καὶ τὴν δυναστείαν αὑτῶν, ἔχεις ὥσπερ ἄγκυραν ἐλπίδος τὰ ἐν τῷ πβʹ ῥήματα. Καὶ ἐὰν, βλέπων τὸν οἶκον τοῦ Θεοῦ καὶ τὰ αἰώνια αὐτοῦ σκηνώματα, τὸν πόθον ἔχῃς εἰς αὐτὰ, ὡς εἶχεν ὁ Ἀπόστολος, λέγε καὶ σὺ τὸν πγʹ ψαλμόν. Παυσαμένης δέ ποτε τῆς ὀργῆς, καὶ τῆς αἰχμαλωσίας λυθείσης, ἐὰν θέλῃς εὐχαριστῆσαι, ἔχεις εἰς τὸ λέγειν τὰ ἐν τῷ πδʹ καὶ ρκεʹ. Καὶ τὴν μὲν διαφορὰν τῆς καθολικῆς Ἐκκλησίας πρὸς τὰ σχίσματα ἐὰν θέλῃς γινώσκειν, καὶ ἐντρέπειν ἐκείνους, δύνασαι λέγειν τὰ ἐν τῷ π ςʹ γεγραμμένα. Παραθαρσῦναι θέλων σεαυτὸν καὶ τοὺς ἑτέρους εἰς θεοσέβειαν, καὶ ὡς εἰς τὸν Θεὸν ἐλπὶς οὔτε καταισχύνει, ἀλλὰ καὶ ἄφοβον τὴν ψυχὴν κατασκευάζει, αἴνει τὸν Θεὸν, λέγων τὰ ἐν τῷ ςʹ. Ψάλαι θέλεις τῷ Σαββάτῳ; ἔχεις τὸν ςαʹ. Εὐχαριστῆσαι θέλεις τῇ Κυριακῇ; ἔχεις τὸν κγʹ. Ἆσαι θέλεις δευτέρᾳ Σαββάτων; λέγε τὰ ἐν τῷ μζʹ. Αἰνέσαι βούλει τῇ Παρασκευῇ; ἔχεις τὸν αἶνον ἐν τῷ ςβʹ. Τότε γὰρ, γενομένου τοῦ σταυροῦ, ὁ οἶκος τοῦ Θεοῦ ᾠκοδομήθη, καίτοι τῶν ἐχθρῶν ἐπιχειρη σάντων κωλῦσαι· καὶ διὰ τοῦτο ἐπινίκιον ᾄδειν τῷ Θεῷ πρέπει τότε τὰ εἰρημένα ἐν τῷ ςβʹ. Ἐὰν δὲ καὶ, αἰχμαλωσίας γενομένης, καθαιρεθῇ ὁ οἶκος, καὶ πάλιν οἰκοδομηθῇ, ᾆδε τὰ ἐν τῷ ςεʹ. Τῆς δὲ γῆς κα τάστασιν λαβούσης ἀπὸ τῶν πολεμούντων, καὶ λοι πὸν ἠρεμούσης, καὶ