1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

κινήματα τῆς ψυχῆς ἡμῶν κατανοεῖσθαι, καὶ πάν τας αὐτοὺς ὡς περὶ ἡμῶν εἰρῆσθαι, καὶ εἶναι ἡμῶν αὐτοὺς ὡς ἰδίους λόγους, εἰς ἀνάμνησιν τῶν ἐν ἡμῖν κινημάτων καὶ διόρθωσιν τῆς ἡμῶν πολιτείας. Ἃ γὰρ οἱ ψάλλοντες εἰρήκασι, ταῦτα καὶ ἡμῶν δύναν ται τύποι καὶ χαρακτῆρες εἶναι. Αὕτη δὲ πάλιν τοῦ Σωτῆρός ἐστιν ἡ χάρις· ἄνθρωπος γὰρ δι' ἡμᾶς γενόμενος, τὸ μὲν σῶμα τὸ ἴδιον ὑπὲρ ἡμῶν προσήνεγκεν εἰς θάνατον, ἵνα πάν τας ἀπαλλάξῃ τοῦ θανάτου· τὴν δὲ οὐράνιον καὶ 27.25 εὐάρεστον ἑαυτοῦ πολιτείαν δεῖξαι θέλων ἡμῖν, ἐν ἑαυτῷ ταύτην ἐτύπωσεν, ὑπὲρ τοῦ μηκέτι τινὰς εὐ χερῶς ἀπατᾶσθαι παρὰ τοῦ ἐχθροῦ, ἔχοντας ἐνέχυ ρον πρὸς ἀσφάλειαν, τὴν παρ' αὐτοῦ γενομένην ὑπὲρ ἡμῶν κατὰ τοῦ διαβόλου νίκην. ∆ιὰ τοῦτο γοῦν οὐ μόνον ἐδίδαξεν, ἀλλὰ καὶ πεποίηκεν ἃ ἐδίδαξεν, ἵνα ἕκαστος ἀκούῃ μὲν αὐτοῦ λαλοῦντος, ὡς ἐν εἰκόνι δὲ βλέπων λαμβάνῃ παρ' αὐτοῦ τὸ παράδειγμα τοῦ ποιεῖν, ἀκούων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τελειοτέραν δὲ καὶ εἰς ἀρετὴν διδασκαλίαν οὐκ ἄν τις εὕροι, ἧς ὁ Κύριος ἐτύπωσεν ἐν ἑαυτῷ. Εἴτε γὰρ ἀνεξικακίαν, εἴτε φιλ ανθρωπίαν, εἴτε ἀγαθότητα, εἴτε ἀνδρίαν, εἴτε ἐλεημοσύνην, εἴτε δικαιοσύνην, πάντα ἐν αὐτῷ τις εὑρήσει γενόμενα, ὥστε μηδὲν εἰς ἀρετὴν λείπειν τῷ κατανοοῦντι τὸν ἀνθρώπινον βίον τοῦτον. Τοῦτο γὰρ ὁ Παῦλος εἰδὼς ἔλεγε· Μιμηταί μου γίνεσθε, καθ ὼς κἀγὼ Χριστοῦ. Οἱ μὲν παρ' Ἕλλησι νομοθέται ἄχρι τοῦ λέγειν ἔχουσι τὴν χάριν· ὁ δὲ Κύριος, ὡς ἀληθῶς Κύριος ὢν τοῦ παντὸς, καὶ κηδόμενος ὧν εἰργάσατο, οὐ μόνον νομοθετεῖ, ἀλλὰ καὶ τύπον ἑαυ τὸν δέδωκεν, εἰς τὸ εἰδέναι τοὺς βουλομένους τὴν τοῦ ποιεῖν δύναμιν. ∆ιὰ τοῦτο γοῦν καὶ πρὸ τῆς εἰς ἡμᾶς αὐτοῦ ἐπιδημίας ἐνήχησε καὶ ἐν τοῖς ψάλλουσι τοῦτο, ἵν' ὥσπερ ἐν αὐτῷ τὸν ἐπίγειον καὶ οὐράνιον ἄνθρωπον τυπῶν ἔδειξεν, οὕτω καὶ ἐκ τῶν Ψαλμῶν τὰ κινήματα καὶ τὰς διαθέσεις τῶν ψυχῶν ὁ βουλό μενος καταμαθεῖν δύνηται, εὑρίσκων ἐν αὐτοῖς καὶ τὴν ἑκάστου κινήματος θεραπείαν τε καὶ διόρθωσιν. Εἰ γὰρ δεῖ καὶ πιθανώτερον εἰπεῖν, πᾶσα μὲν ἡ θεία Γραφὴ διδάσκαλός ἐστιν ἀρετῆς καὶ πίστεως ἀληθοῦς· ἡ δέ γε βίβλος τῶν Ψαλμῶν ἔχει καὶ τὴν εἰκόνα πως τῆς διαγωγῆς τῶν ψυχῶν. Ὡς γὰρ ὁ εἰσερχόμενος πρὸς βασιλέα τυποῦται καὶ τῷ σχή ματι καὶ τοῖς ῥήμασιν, ἵνα μὴ, παρὰ ταῦτα λέγων, ὡς ἀπαίδευτος ἐκβληθῇ· οὕτως ἡ θεία βίβλος τὸν ἐπ' ἀρετῇ τρέχοντα καὶ βουλόμενον κατανοῆσαι τὴν τοῦ Σωτῆρος ἐν σώματι πολιτείαν ὑπομιμνήσκει πρῶτον διὰ τῆς ἀναγνώσεως τὰ κινήματα τῆς ψυ χῆς, καὶ οὕτω λοιπὸν τυποῖ καὶ διδάσκει τοὺς ἐντυγ χάνοντας τοῖς τοιούτοις λόγοις. Εἰσὶ μὲν οὖν, ἵνα τοῦτο πρῶτόν τις τῆς βίβλου παρατηρήσηται, οἱ μὲν ἐν διηγήματι λεγόμενοι, οἱ δὲ ἐν παραινέσει, οἱ δὲ ἐν προφητείᾳ, οἱ δὲ ὡς ἐν εὐχῇ, οἱ δὲ ἐν ἐξ ομολογήσει. Καὶ εἰσὶ μὲν οἱ ἐν διηγήματι ιηʹ, μγʹ, μηʹ, μθʹ, οβʹ, ο ςʹ, οζʹ, πηʹ, ρ ςʹ, ριγʹ, ρκ ςʹ, ρλ ςʹ. Οἱ δὲ ὡς ἐν εὐχῇ, ι ςʹ, ξζʹ, πθʹ, ραʹ ρλαʹ, ρμαʹ. Οἱ δὲ ὡς ἐν ἐντυχίᾳ καὶ εὐχῇ καὶ δεήσει εʹ, ςʹ, ζʹ, ιαʹ, ιβʹ, ιεʹ, κδʹ, κζʹ, λʹ, λδʹ, λζʹ, μβʹ, νγʹ, νδʹ, νεʹ, ν ςʹ, νηʹ, νθʹ, ξʹ, ξγʹ, πβʹ, πεʹ, πζʹ, ρλζʹ, ρλθʹ, ρμβʹ. Καὶ ὁ μὲν ὡς ἐν ἐντυχίᾳ καὶ εὐχαριστίᾳ ρληʹ. Οἱ δὲ ὡς ἐν ἐντυχίᾳ μόνῃ γʹ, κεʹ, ξηʹ, ξθʹ, οʹ, ογʹ, οηʹ, οθʹ, ρηʹ, ρκβʹ, ρκθʹ, ρλʹ. 27.28 Καὶ οἱ μὲν ἐν ἐξομολογήσει θʹ, οδʹ, ςαʹ, ρδʹ, ρεʹ, ρ ςʹ, ρζʹ, ριʹ, ριζʹ, ρλεʹ, ρλζʹ. Οἱ δὲ συμπεπλεγμένην ἔχοντες ἐξομολόγησιν καὶ διήγησιν θʹ, οδʹ, ρεʹ, ρ ςʹ, ριζʹ, ρλζʹ. Ὁ δὲ συμπεπλεγμένην ἔχων ἐξομολόγησιν καὶ διήγησιν μετὰ αἰνέσεως ριʹ. Καὶ ὁ μὲν ἐν παραινέσει ἐστὶ λ ςʹ. Οἱ δὲ ἐν προφητείᾳ κʹ, καʹ, μδʹ, μ ςʹ, οεʹ. Καὶ ἀπαγγελτικὸς μὲν μετὰ προφητείας ρθʹ. Προτρεπτικοὶ δὲ καὶ ὡς παρακελευόμενοί εἰσι κηʹ, λβʹ, πʹ, ςδʹ, ςεʹ, ςςʹ, ςζʹ, ρβʹ, ργʹ, ριγʹ· Προτρεπτικὸς δὲ μετὰ ᾄσματος ἐλέχθη ρμθʹ. Καὶ οἱ μὲν διαγράφοντες τὸν ἐνάρετον βίον εἰσὶ ρδʹ, ριαʹ, ριηʹ, ρκδʹ, ρλβʹ. Οἱ δὲ αἶνον ἀπαγγέλλοντες οὗτοί εἰσιν ςʹ, ριβʹ, ρι ςʹ, ρλδʹ, ρμδʹ, ρμεʹ, ρμ ςʹ, ρμηʹ, ρνʹ Καὶ οἱ μὲν εὐχαριστικοί εἰσιν ηʹ, θʹ, ιζʹ, λγʹ, μεʹ, ξβʹ, ο ςʹ, πδʹ, ριδʹ, ριεʹ, ρκʹ, ρκαʹ, ρκγʹ, ρκεʹ, ρκηʹ, ρμγʹ. Οἱ δὲ μακαρισμὸν ἀναφωνοῦντές εἰσιν αʹ, λαʹ, μʹ, ριηʹ, ρκζʹ. Καὶ ἄλλος ἐπιδεικτικὸς προθυμίας μετ' ᾠδῆς ρζʹ. Καὶ ὁ μὲν