1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

βασιλεύσαντος τοῦ Κυρίου, ἐὰν θέλῃς ᾆσαι περὶ τούτου, ἔχεις τὸν ςςʹ. Θέλεις τῇ τετράδι τοῦ Σαββάτου ψάλλειν; ἔχεις τὸν ςγʹ· τότε γὰρ παραδοθεὶς ὁ Κύριος ἐκδικεῖν ἤρξατο τὴν κατὰ τοῦ θανάτου δίκην, καὶ θριαμβεύειν αὐτὸν παῤῥησίᾳ. Ὅτ' ἂν οὖν, ἀναγινώσκων τὸ Εὐαγγέλιον, ἴδῃς τῇ τετράδι τοῦ Σαββάτου συμβούλιον λαβόντας τοὺς Ἰουδαίους κατὰ τοῦ Κυρίου, ὁρῶν αὐτὸν τότε παῤ ῥησιαζόμενον ἐν τῇ κατὰ τοῦ διαβόλου ὑπὲρ ὑμῶν ἐκδικίᾳ, ψάλλε τὰ ἐν αὐτῷ τῷ ςγʹ. Πάλιν βλέπων τὴν εἰς πάντα πρόνοιαν τοῦ Κυρίου καὶ τὴν κυριό τητα αὐτοῦ, καὶ θέλων κατηχῆσαί τινας εἰς τὴν αὐ τοῦ πίστιν καὶ ὑπακοὴν, πείθων αὐτοὺς πρῶτον ἐξ ομολογεῖσθαι, ψάλλε τὸν ςθʹ. Καὶ ἐὰν, μαθὼν αὐτοῦ τὴν κριτικὴν δύναμιν, καὶ ὅτι ἐλέῳ τὴν κρίσιν κερά σας κρίνει ὁ Κύριος, θελήσῃς αὐτῷ προσελθεῖν, ἔχεις εἰς τοῦτο λόγους τοὺς ἐν τῷ ρʹ. Ἀσθενοῦς δὲ ἡμῶν τῆς φύσεως οὔσης, ἐὰν διὰ τὰς συνοχὰς τοῦ βίου ὡς πτωχὸς γενόμενος ἀκη διάσῃς ποτὲ, καὶ θέλῃς παρακληθῆναι, ἔχεις τὸν ραʹ ψαλμόν. Καὶ ἐπειδὴ πρέπει διὰ πάντων καὶ ἐν πᾶσιν εὐχαριστεῖν ἡμᾶς τῷ Θεῷ, ὅτε θέλεις εὐλογεῖν αὐτὸν, ἔχεις εἰς τοῦτο προτρέπεσθαι σαυτοῦ τὴν ψυχὴν, καὶ λέγειν τὸν ρβʹ καὶ ργʹ. Αἰνεῖν θέλεις τὸν Θεὸν, καὶ εἰδέναι πῶς καὶ ἐπὶ τίνι δεῖ αἰνεῖν, καὶ τίνας πρέπει λέγειν τὸν αἶνον; ἔχεις τὸν ρδʹ, καὶ τὸν ρ ςʹ, καὶ ρλδʹ, καὶ ρμεʹ, καὶ τὸν ρμ ςʹ, καὶ τὸν ρμζʹ, καὶ τὸν ρμηʹ, καὶ τὸν ρνʹ. Ἔχεις πίστιν, ὡς εἶπεν ὁ Κύριος, καὶ πιστεύεις οἷς εὐχόμενος λαλεῖς; λέγε τὸν ριεʹ. Ἀλλὰ ἀναβαίνοντα σαυτὸν αἴσθῃ ταῖς πράξεσιν, ὥστε λέ γειν· Τὰ μὲν ὀπίσω ἐπιλανθάνομαι, τοῖς δὲ ἔμ προσθεν ἐπεκτείνομαι; ἔχεις καθ' ἑκάστην προκο πὴν εἰς τὸ λέγειν τὰς ιεʹ τῶν ἀναβαθμῶν ᾠδάς. 27.37 Ἠχμαλωτεύθης ὑπὸ ἀλλοτρίων λογισμῶν, καὶ ᾔσθου σεαυτὸν ἀπαγόμενον, καὶ μετέγνως, παῦσαι τοῦ λοιποῦ, καὶ μείνας ἐφ' οἷς ἁμαρτάνοντα σεαυτὸν κατ έλαβες, κάθου, καὶ κλαῦσον καὶ σὺ, ὡς πεποίηκεν ὁ τότε λαὸς, λέγων τὰ ἐν τῷ ρλ ςʹ. Τοὺς δὲ πειρασμοὺς ἡγούμενος εἶναί σου δοκιμὴν, μετὰ τοὺς πειρασμοὺς ἐὰν εὐχαριστῆσαι θελήσῃς, ἔχεις τὸν ρληʹ ψαλμόν. Συνέχῃ πάλιν ἀπὸ ἐχθρῶν, καὶ ῥυσθῆναι θέλεις; λέγε τὰ ἐν τῷ ρλθʹ. ∆εηθῆναι δὲ καὶ προσεύξασθαι θέλεις; ψάλλε τὸν εʹ καὶ ρμβʹ. Ἐχθρὸς τύραννος ἐπανέστη τῷ λαῷ καί σοι, ὥσπερ Γολιὰθ τῷ ∆αβὶδ, μὴ πτήξῃς· ἀλλὰ πίστευε καὶ σὺ, ὡς ὁ ∆αβὶδ, καὶ λέγε τὰ ἐν τῷ ρμγʹ. Εἶτα θαυμάζων τὰς εἰς πάντας τοῦ Θεοῦ εὐερ γεσίας, καὶ μνημονεύων τῆς τε εἰς σὲ καὶ εἰς πάντας γενομένης ἀγαθότητος αὐτοῦ, ἐὰν θέλῃς διὰ ταῦτα εὐλογεῖν τὸν Θεὸν, λέγε τὰ τοῦ ∆αβὶδ ῥήματα, ἅπερ καὶ αὐτὸς εἶπεν ἐν τῷ ρμδʹ ψαλμῷ. Ἆσαι θέλεις τῷ Κυρίῳ; ἔχεις εἰς τὸ λέγειν τὸν ςβʹ καὶ ςζʹ. Ἐὰν μικρὸς ὢν προκριθῇς εἰς ἀρχήν τινα τῶν ἀδελφῶν σου, μὴ ἐπαίρου κατ' αὐτῶν· ἀλλὰ τῷ ἐκλεξαμένῳ Κυρίῳ διδοὺς δόξαν, ψάλλε καὶ σὺ τὸν ρναʹ ἴδιον ὄντα τοῦ ∆αβίδ. Ἀλλὰ θέλεις ψάλλειν ἐπακοὴν ἔχοντας τὸ Ἀλληλούϊα, ἔχεις τὸν ρδʹ, ρεʹ, ρ ςʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ρι ςʹ, ριζʹ ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμ ςʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. Ὅτε δὲ θέλῃς κατ' ἰδίαν τὰ περὶ τοῦ Σωτῆρος ψάλλειν, ἐν ἑκάστῳ μὲν σχεδὸν εὑρίσκεις ψαλμῷ τὰ τοιαῦτα· ἔχεις δὲ μάλιστα τὸν μὲν μδʹ καὶ τὸν ρθʹ δη λοῦντας τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ γνησίαν γέννησιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν· τὸν δὲ καʹ καὶ ξηʹ προλέγοντας περὶ τοῦ θείου σταυροῦ, καὶ ὅσην δι' ἡμᾶς ἐπιβουλὴν ἀνεδέξατο, καὶ πόσα πέπονθε· καὶ τὸν μὲν βʹ καὶ ρηʹ σημαίνοντας τήν τε τῶν Ἰου δαίων ἐπιβουλὴν καὶ πονηρίαν, καὶ τὴν Ἰούδα τοῦ Ἰσκαριώτου προδοσίαν· τόν τε κʹ, καὶ μθʹ, καὶ οαʹ (καὶ) δηλοῦντας τήν τε βασιλείαν αὐτοῦ καὶ κριτι κὴν δύναμιν, καὶ τὴν εἰς ἡμᾶς αὐτοῦ πάλιν ἔνσαρκον παρουσίαν, καὶ τὴν κλῆσιν τῶν ἐθνῶν. Καὶ ὁ μὲν ιεʹ δείκνυσιν αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὁ δὲ κγʹ καὶ μ ςʹ ἀπαγγέλλουσι τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ· τὸν δὲ ςβʹ, καὶ ςεʹ, καὶ ςζʹ, καὶ ςηʹ ἀναγινώσκων, θεωρῆσαι δυνήσῃ τὰς εἰς ἡμᾶς τοῦ Σωτῆρος διὰ τῶν παθημάτων αὐτοῦ γενομένας εὐεργεσίας. Τοιοῦτος μὲν οὖν ἐστι καὶ ὁ χαρακτὴρ εἰς ὠφέ λειαν τοῖς ἀνθρώποις ἐκ τῆς βίβλου τῶν Ψαλμῶν, ἐχούσης αὐτῆς ἰδίους ψαλμοὺς, καὶ ἐν τοῖς λοιποῖς δὲ περὶ τῆς ἐν