1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

τοῦτο τὸ ὅλον μέν ἐστιν ἑκάστῳ, κατὰ δὲ τὴν διακονίαν αἱ φανερώ σεις καὶ αἱ διαιρέσεις τοῦ Πνεύματος ἑκάστοις γίνον ται· καὶ λοιπὸν κατὰ τὴν ἀποκειμένην χρείαν πολλά κις ἕκαστος, ὑποσχοῦντος τοῦ Πνεύματος, διακονεῖ τὸν λόγον· ὥστε, καθὰ προεῖπον, νομοθετοῦντα Μωϋσῆν προφητεύειν ποτὲ καὶ ᾄδειν, καὶ προφητεύοντας τοὺς προφήτας ἐντέλλεσθαί ποτε· Λούσασθε, καθαροὶ γίνεσθε. Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ· καὶ ἱστορεῖν ποτε, τὸν μὲν ∆ανιὴλ τὰ κατὰ Σουσάνναν, τὸν δὲ Ἡσαΐαν τὰ κατὰ τὸν Ῥαψάκην καὶ τὸν Σενναχηρείμ. Οὕτως γὰρ καὶ ἡ τῶν Ψαλμῶν βίβλος, ἔχουσα τὸ ἴδιον τῶν ᾠδῶν, ὅπερ ἐν ταῖς ἄλλαις βίβλοις διεξοδικῶς εἴρηται, ταῦτα αὐτὴ τῇ κατὰ πλάτος φωνῇ μετὰ μέλους ψάλλει, καθὼς προείρηται. Νομοθετεῖ γοῦν ποτε καὶ αὐτή· Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν· καὶ, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρή νην, καὶ δίωξον αὐτήν. Καὶ ἱστορεῖ δέ ποτε κατὰ τὴν ὁδὸν τοῦ Ἰσραὴλ, καὶ προφητεύει περὶ τοῦ Σω τῆρος, ὥσπερ εἴρηται πρότερον. Κοινὴ μὲν οὖν τοιαύτη τοῦ Πνεύματος χάρις ἔστω παρὰ πᾶσι, καὶ ἐν ἑκάστῳ γινομένη εὑρισκέσθω, καὶ παρὰ πᾶσιν ἡ αὐτὴ, ὡς ἐὰν ἡ χρεία ἀπαιτῇ, καὶ τὸ Πνεῦμα βούληται. Οὐ διαφέρει γὰρ τὸ πλέον καὶ ἔλαττον ἐν ταύτῃ τῇ χρείᾳ, ὡς ἕκαστος ἀνενδότως τὴν ἰδίαν ἀποπληροῖ καὶ τελειοῖ διακονίαν. Ἡ δέ γε βίβλος τῶν Ψαλμῶν καὶ οὕτως ἔχει τινὰ πάλιν χάριν ἰδίαν καὶ παρατήρησιν ἐξαίρετον· πρὸς γὰρ τοῖς ἄλλοις, ἐν οἷς πρὸς τὰς ἄλλας βίβλους ἔχει τὴν σχέσιν καὶ κοινωνίαν, λοιπὸν καὶ ἴδιον ἔχει τοῦτο θαῦμα, ὅτι καὶ τὰ ἑκάστης ψυχῆς κινήματα, τάς τε τούτων μεταβολὰς καὶ διορθώσεις ἔχει διαγεγραμμένας καὶ διατετυπωμένας ἐν ἑαυτῇ· ὥστε τινὰ τὸν βουλόμενον ὡς ἄπειρον ἐξ αὐτῆς λαμβάνειν καὶ κατανοεῖν, οὕτω τὸ τυποῦν ἑαυτὸν, ἐκεῖ γέγραπται. Ἐν μὲν γὰρ ταῖς ἄλλαις βίβλοις μόνον τις ἀκούει τὸν νό μον προστάττοντα, ἃ (μὴ) δεῖ ποιεῖν καὶ μὴ δεῖ πράτ τειν· προφητείας τε κατακούει, ὥστε μόνον εἰδέναι τὸν ἐρχόμενον Σωτῆρα· καὶ ἱστορίαις δὲ προσέχει, ἐξ ὧν γινώσκειν δύναται τὰς τῶν βασιλέων καὶ τὰς τῶν ἁγίων πράξεις. Ἐν δὲ τῇ βίβλῳ τῶν Ψαλμῶν, πρὸς τῷ ταῦτα μανθάνειν τὸν ἀκούοντα, ἔτι καὶ τὰ κινήματα τῆς ἑαυτοῦ ψυχῆς ἐν αὐτῇ κατανοεῖ καὶ διδάσκεται· καὶ λοιπὸν πρὸς ὃ πάσχει καὶ ἐν ᾧ συν έχεται, δύναται πάλιν ἐκ ταύτης ἔχεσθαι τὴν εἰκόνα τῶν λόγων· ὥστε μὴ μόνον ἀκούσαντα παρέρχεσθαι, ἀλλὰ καὶ πῶς δεῖ λέγοντα καὶ ποιοῦντα θεραπεύειν τὸ πάθος, διδάσκει, Εἰσὶ μὲν γὰρ καὶ ἐν ταῖς ἄλ λαις βίβλοις κωλυτικοὶ λόγοι ἀπαγορεύοντες τὰ φαῦλα· ἐν ταύτῃ δὲ καὶ πῶς ἀπέχεσθαι δεῖ τετύπωται· οἷον 27.21 παράγγελμά ἐστι τὸ μετανοεῖν· τὸ δὲ μετανοεῖν παύεσθαι τῆς ἁμαρτίας ἐστίν· ἐνταῦθα δὲ καὶ πῶς μετανοεῖν, καὶ τί δεῖ λέγειν ἐπὶ τῇ μετανοίᾳ, τετύ πωτος. Καὶ πάλιν εἴρηκεν ὁ Παῦλος· Ἡ θλίψις τῇ ψυχῇ ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δο κιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ κατ αισχύνει. Ἐν δὲ τοῖς Ψαλμοῖς καὶ πῶς δεῖ φέρειν τὰς θλίψεις, καὶ τί θλιβόμενον δεῖ λέγειν, καὶ τί μετὰ τὰς θλίψεις, καὶ πῶς ἕκαστος δοκιμάζεται, καὶ τί νες οἱ λόγοι τῶν ἐλπιζόντων ἐπὶ Κύριον, γέγραπται καὶ κεχάρακται. Πάλιν τε ἐντολή ἐστιν ἐν παντὶ εὐχαριστεῖν· ἀλλὰ καὶ τί δεῖ λέγειν εὐχαριστοῦντας διδάσκουσιν οἱ Ψαλμοί. Εἶτα παρ' ἑτέρων ἀκούοντες· Ὅσοι θέλουσιν εὐσεβῶς ζῇν διωχθήσονται, παρὰ τούτων διδασκόμεθα, καὶ πῶς δεῖ φεύγοντας φωνεῖν, καὶ τίνας διωκομένους καὶ μετὰ τὸν διωγμὸν ῥυσθέν τας δεῖ λόγους ἀναφέρειν τῷ Θεῷ. Εὐλογεῖν παραγ γελλόμεθα τὸν Κύριον, καὶ ἐξομολογεῖσθαι αὐτῷ· ἀλλ' ἐν τοῖς Ψαλμοῖς τυπούμεθα πῶς τε αἰνεῖν δεῖ τὸν Κύριον, καὶ τίνα ῥήματα λέγοντες ἐξομολογού μεθα πρεπόντως. Καὶ ἐφ' ἑκάστου δέ τις οὕτως ἂν εὕροι τὰς θείας ᾠδὰς, πρὸς ἡμᾶς καὶ ἡμῶν κινήσεις καὶ καταστάσεις κειμένας. Καὶ γὰρ καὶ τοῦτο παράδοξόν ἐστι πάλιν ἐν τοῖς Ψαλμοῖς, ὅτι ἐν μὲν ταῖς ἄλλαις βίβλοις ἃ λέγουσιν οἱ ἅγιοι, καὶ περὶ ὧν ἂν λέγωσι, ταῦτα καὶ οἱ ἀναγινώσκοντες, περὶ ὧν ἐκεῖνα γέγραπται, ἀπαγ γέλλοντές