1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

θος ὡς παρεμβολαὶ γένωνται οἱ ἐχθροὶ, καταφρονοῦν τες ὡς μήπω σου χρισθέντος, καὶ διὰ τοῦτο πολε μεῖν ἐθέλοντες· μὴ πτήξῃς, ἀλλ' ᾆδε τὸν κ ςʹ ψαλμόν. Ἐπειδὴ δὲ ἀσθενής ἐστιν ἡ φύσις τῶν ἀνθρώπων, ἐὰν πάλιν ἀναισχυντῶσιν οἱ ἐπιβουλεύοντες, ἵνα μὴ πρὸς ἐκείνους ἔχῃς τὴν σχολὴν, κράζε πρὸς τὸν Θεὸν, λέγων τὰ ἐν τῷ κζʹ. Καὶ ἐὰν θέλῃς εὐχαριστῶν μα θεῖν πῶς δεῖ προσφέρειν τῷ Κυρίῳ, νοητῶς νοῶν ψάλλε τὸν κηʹ. Καὶ λοιπὸν ἐγκαινίζων τὸν οἶκόν σου τήν τε ψυχὴν τὴν τὸν Κύριον ὑποδεχομένην, καὶ τὸν σωματικὸν οἶκον, ἐν ᾧ σωματικῶς κατοικεῖς, εὐχα ρίστει, καὶ λέγε τόν τε κθʹ καὶ τὸν ἐν τοῖς ἀναβαθμοῖς ρκ ςʹ. 27.32 Ὅταν δὲ σαυτὸν διὰ τὴν ἀλήθειαν μισούμενον καὶ διωκόμενον παρὰ πάντων τῶν τε φίλων καὶ συγ γενῶν βλέπῃς, μὴ τούτοις μηδὲ σαυτῷ κατανοῶν ὀλι γωρήσῃς, μηδ', ἂν τοὺς γνωρίμους ἴδῃς ἀποστρεφο μένους σε, πτήξῃς, ἀλλ' ἐκστὰς ἀπὸ τούτων, καὶ σκο πῶν τὰ μέλλοντα, ψάλλε τὸν λʹ. Τοὺς δὲ βαπτιζομέ νους καὶ λυτρουμένους ἀπὸ τῆς φθαρτῆς γενέσεως βλέπων, καὶ θαυμάζων τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ᾆδε εἰς ἐκείνους τὸν λαʹ. Καὶ ὅταν μὲν ψάλλειν μετὰ πολλῶν ἐθέλῃς, τοὺς δικαίους ἄνδρας καὶ τοὺς ὀρθοὺς τῷ βίῳ συναγαγὼν, λέγε καὶ σὺ τὸν λβʹ. Ἐμπεσὼν δὲ εἰς τοὺς ἐχθροὺς, καὶ σοφῶς αὐτοὺς διαφυγὼν, καὶ ἐκκλίνας ἀπὸ τῆς ἐπιβουλῆς αὐτῶν, εἰ θέλεις εὐ χαριστῆσαι, συγκαλέσας τοὺς πραεῖς ἄνδρας, ἐπ' αὐ τῶν ψάλλε τὸν λγʹ. Καὶ ἐὰν ἴδῃς τῶν παρανομούντων τὴν ἐπὶ τὸ κακὸν φιλονεικίαν, μὴ νόμιζε ἐν αὐτοῖς κατὰ φύσιν τὴν κακίαν εἶναι, οἷα λέγουσιν οἱ αἱρε τικοί· ἀλλὰ λέγε τὸν λεʹ, καὶ ὄψει, ὅτι αὐτοὶ τοῦ ἁμαρτάνειν εἰσὶν αἴτιοι. Ἐὰν δὲ πολλὰ πράττοντας ἄνομα τοὺς πονηροὺς βλέπῃς, καὶ ἐπαιρομένους αὐ τοὺς κατὰ τῶν μικρῶν, καὶ θέλῃς παραινεῖν τισι μὴ προσέχειν τούτοις, μηδὲ παραζηλοῦν αὐτοὺς, διὰ τὸ ταχέως αὐτοὺς ἀποσβέννυσθαι, λέγε καὶ σαυτῷ καὶ τοῖς ἑτέροις τὸν λ ςʹ. Ἀλλὰ δὴ καὶ σὺ, προθέμενος προσέχειν σαυτῷ, ἐὰν βλέπῃς ἐπιτιθέμενον τὸν ἐχθρὸν (τότε γὰρ μᾶλ λον ἐπεγείρεται κατὰ τῶν τοιούτων), καὶ θέλῃς ἐπ αλείφειν σαυτὸν κατ' αὐτοῦ, ᾆδε τὸν ληʹ ψαλμόν. Καὶ ἐὰν, τῶν ἐχθρῶν ἐπιτιθεμένων, ὑπομένῃς τὰς θλίψεις, καὶ θέλῃς μαθεῖν τὴν ἐκ τῆς ὑπομονῆς ὠφέλειαν, ψάλλε τὸν λθʹ ψαλμόν. Βλέπων δὲ πολλοὺς πένητας καὶ πτωχοὺς, καὶ θέλεις ἐλεεῖσθαι αὐτοὺς, δύνασαι τοὺς μὲν ἤδη ἐλεήσαντας ἀποδέχεσθαι, τοὺς δὲ ἄλλους εἰς τὸ ποιεῖν προτρέπεσθαι, ἐν τῷ λέγειν τὸν μʹ. Εἶτα ἐὰν, πάνυ τὸν πόθον ἔχων εἰς τὸν Θεὸν, ἀκούσῃς τῶν ἐχθρῶν ὀνειδιζόντων, μὴ ταράσσου· ἀλλὰ συνιεὶς τὸν ἐκ τοῦ τοιούτου πόθου ἀθάνατον καρπὸν, παρακάλει σαυτοῦ τὴν ψυχὴν τῇ εἰς Θεὸν ἐλπίδι, καὶ ταύτῃ ἐπι κουφίζων καὶ καταπραΰνων τὰς ἐν τῷ βίῳ λύπας αὐτῆς, λέγε τὸν μαʹ ψαλμόν. Συνεχῶς δὲ ἀναμιμνή σκεσθαι θέλων τὰς εὐεργεσίας τοῦ Θεοῦ τὰς γενομέ νας εἰς τοὺς πατέρας, καὶ περὶ τῆς ἐξόδου τῆς Αἰγύ πτου καὶ τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, πῶς τε ὁ μὲν Θεὸς ἀγαθὸς, οἱ δὲ ἄνθρωποι ἀχάριστοι, ἔχεις τὸν μγʹ, καὶ τὸν οζʹ, καὶ πηʹ, καὶ τὸν ρδʹ, καὶ τὸν ρεʹ, καὶ ρ ςʹ, καὶ ριγʹ. Καταφυγὼν δὲ πρὸς τὸν Θεὸν καὶ δια σωθεὶς ἀπὸ τῶν περὶ σὲ γενομένων θλίψεων, ἐὰν θέ λῃς εὐχαριστῆσαι τῷ Θεῷ, καὶ διηγήσασθαι τὴν εἰς σὲ γενομένην φιλανθρωπίαν, ἔχεις τὸν μεʹ. Ἀλλ' ἥμαρτες, καὶ ἐντραπεὶς μεταγινώσκεις καὶ ἐλεηθῆναι ἀξιοῖς, ἔχεις τοὺς τῆς ἐξομολογήσεως καὶ μετανοίας λόγους ἐν τῷ νʹ. Εἰ δὲ καὶ διεβλήθης πονηρῷ βασιλεῖ, καὶ ὁρᾷς τὸν διάβολον κατακαυχώ μενον, ἀναχώρει, καὶ λέγε καὶ σὺ τὰ ἐν τῷ ναʹ. Καὶ ὅτε μὲν διώκῃ, καὶ διαβάλλουσί τινες παραδοῦναί σε θέλοντες, ὡς οἱ Ζιφαῖοι καὶ οἱ ἀλλόφυλοι τὸν ∆αβὶδ, μὴ ἀκηδιάσῃς, ἀλλὰ θαῤῥῶν τῷ Κυρίῳ, καὶ ὑμνῶν αὐτὸν, λέγε τὰ ἐν τῷ νγʹ καὶ νεʹ. Ἐὰν δὲ καὶ συν 27.33 δράμῃ ὁ διώκων, καὶ μὴ γινώσκων εἰσέλθῃ εἰς τὸ σπή λαιον ἐν ᾧ καὶ σὺ κρύπτῃ, μηδ' οὕτως πτήξῃς· ἔχεις γὰρ τοὺς ἐν τοιαύτῃ ἀνάγκῃ χρησμοὺς εἰς παράκλη σιν καὶ στηλογραφίας λόγους, τοὺς ἐν τῷ ν ςʹ καὶ τοὺς ἐν τῷ ρμαʹ. Ἐὰν δὲ καὶ φυλαχθῆναι τὴν οἰκίαν κε λεύσῃ ὁ ἐπιβουλεύων, καὶ διαφύγῃς, ἀνατίθει τῷ Κυ ρίῳ