1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

σώματι παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ πυκνοτέρας τὰς προφητείας, καθὰ προεῖπον. ∆ιὰ τί δὲ μετὰ μέλους καὶ ᾠδῆς ψάλ λονται οἱ τοιοῦτοι λόγοι, ἀναγκαῖον μηδὲ τοῦτο παρ ελθεῖν. Τινὲς μὲν γὰρ τῶν παρ' ἡμῖν ἀκεραίων, καί τοι πιστευόντων εἶναι θεόπνευστα τὰ ῥήματα, ὅμως νομίζουσι διὰ τὸ εὔφωνον καὶ τέρψεως ἕνεκεν τῆς ἀκοῆς μελῳδεῖσθαι τοὺς ψαλμούς. Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ τὸ ἡδὺ καὶ πιθανὸν ἐζήτησεν ἡ Γραφή· ἀλλὰ καὶ τοῦτο ὠφελείας ἕνεκεν τῆς ψυχῆς τετύπωται διὰ πάντα μὲν, μάλιστα δὲ διὰ δύο ταῦτα· πρῶτον μὲν, ὅτι ἔπρεπε τὴν θείαν Γραφὴν μὴ μόνον τῇ συνεχείᾳ, ἀλλὰ καὶ τῇ κατὰ πλάτος φωνῇ τὸν Θεὸν ὑμνεῖν. 27.40 Κατὰ συνέχειαν μὲν οὖν εἴρηται, οἷά ἐστι τὰ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τὰ ἱστορούμενα πάντα, μετὰ τῆς Καινῆς ∆ιαθήκης· κατὰ πλάτος δὲ λέγε ται, οἷά ἐστι τὰ τῶν ψαλμῶν καὶ ᾠδῶν καὶ ᾀσμάτων ῥήματα· καὶ οὕτως γὰρ σωθήσεται τὸ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως ἀγαπᾷν τὸν Θεὸν τοὺς ἀνθρώπους. ∆εύτερον δὲ, ὅτι, ὥσπερ ἁρμονία τοὺς αὐλοὺς συντι θεῖσα μίαν τὴν συμφωνίαν ἀποτελεῖ, οὕτως, ἐπειδὴ καὶ ἐν τῇ ψυχῇ διάφορα κινήματα φαίνεται, καὶ ἔστιν ἐν αὐτῇ τὸ λογίζεσθαι, καὶ τὸ ἐπιθυμεῖν, καὶ τὸ θυ μοειδὲς, ἐκ δὲ τῆς τούτων κινήσεως καὶ ἡ τῶν μελῶν γίνεται τοῦ σώματος ἐνέργεια, βούλεται ὁ λόγος μὴ ἀσύμφωνον εἶναι τὸν ἄνθρωπον ἑαυτῷ, μηδὲ διίστα σθαι πρὸς ἑαυτόν· ὥστε λογίζεσθαι μὲν τὰ βέλτιστα, πράττειν δὲ τῷ θυμῷ τὰ φαῦλα, ὡς ὁ Πιλᾶτος λέγων μέν· Οὐδεμίαν αἰτίαν εὑρίσκω εἰς αὐτόν· συντρέ χων δὲ τῇ γνώμῃ τῶν Ἰουδαίων· ἢ ἐπιθυμεῖν μὲν τὰ φαῦλα, μὴ δύνασθαι δὲ πράττειν, ὡς οἱ κατὰ Σουσάννης πρεσβύτεροι· ἢ πάλιν μὴ μοιχεύειν μὲν, κλέπτειν δέ· ἢ μὴ κλέπτειν μὲν, φονεύειν δέ· ἢ μὴ φονεύειν μὲν, βλασφημεῖν δέ. Ἵν' οὖν μὴ τοιαύτη τις ἐν ἡμῖν ταραχὴ γίνη ται, θέλει τὴν ψυχὴν ὁ λόγος ἔχουσαν Χριστοῦ νοῦν, ὡς εἶπεν ὁ Ἀπόστολος, τούτῳ καθηγεμόνι χρήσασθαι, καὶ ἐν τούτῳ τῶν μὲν ἐν αὐτῇ παθητικῶν κρατεῖν, τῶν δὲ τοῦ σώματος μελῶν ἄρχειν, εἰς τὸ ὑπακούειν τῷ λόγῳ· ἵνα, ὡς ἐν ἁρμονίᾳ τὸ πλῆκτρον, οὕτως αὐ τὸς ὁ ἄνθρωπος ψαλτήριον γενόμενος, καὶ τῷ πνεύ ματι προσέχων ὁλοκλήρως, καὶ πᾶσι τοῖς μέλεσι καὶ τοῖς κινήμασιν ὑπακούῃ, καὶ δουλεύῃ τῷ βουλή ματι τοῦ Θεοῦ. Τῆς δὲ τοιαύτης τῶν λογισμῶν ἀτα ραξίας καὶ ἀκύμονος καταστάσεως εἰκὼν καὶ τύπος ἐστὶν ἡ τῶν Ψαλμῶν ἐμμελὴς ἀνάγνωσις. Ὥσπερ γὰρ τὰ τῆς ψυχῆς νοήματα γνωρίζομεν καὶ σημαίνο μεν δι' ὧν προφέρομεν λόγων, οὕτως, τῆς πνευμα τικῆς ἐν ψυχῇ ἁρμονίας τὴν ἐκ τῶν λόγων μελῳδίαν σύμβολον εἶναι θέλων ὁ Κύριος, τετύπωκεν ἐμμελῶς τὰς ᾠδὰς ψάλλεσθαι, καὶ τοὺς ψαλμοὺς μετ' ᾠδῆς ἀναγινώσκεσθαι. Καὶ τοῦτ' ἔστιν ἡ ἐπιθυμία τῆς ψυχῆς, τὸ καλῶς αὐτὴν διακεῖσθαι, ὡς γέγρα πται· Εὐθυμεῖ τις ἐν ὑμῖν; ψαλλέτω. Οὕτως τὸ μὲν ἐν αὐτῇ ταραχῶδες καὶ τραχὺ καὶ ἄτακτον ἐξ ομαλίζεται· τὸ δὲ λυποῦν θεραπεύεται, ψαλλόντων ἡμῶν· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Καὶ τὸ μὲν ἐσφαλμένον ἐπι γνώσεται λέγουσα· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύ θησαν οἱ πόδες· τὸ δὲ φοβηθὲν ἐπιῤῥώσει τῇ ἐλπίδι ἐν τῷ λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθή σομαι τί ποιήσει μοι ἄνθρωπος. Οἱ μὲν οὖν μὴ τοῦτον τὸν τρόπον ἀναγινώ σκοντες τὰς θείας ᾠδὰς οὐ συνετῶς ψάλλουσιν, ἀλλ' ἑαυτοὺς μὲν τέρπουσιν, ἔχουσι δὲ μέμψιν, ὅτι Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ· οἱ δὲ κατὰ τὸν προειρημένον τρόπον ψάλλοντες, ὥστε τὴν μελῳ δίαν τῶν ῥημάτων ἐκ τοῦ ῥυθμοῦ τῆς ψυχῆς καὶ τῆς πρὸς τὸ πνεῦμα συμφωνίας προσφέρεσθαι, οἱ τοιοῦτοι 27.41 ψάλλουσι μὲν τῇ γλώσσῃ, ψάλλοντες δὲ καὶ τῷ νοῒ, οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέλοντας ἀκούειν αὐτῶν μεγάλως ὠφελοῦσιν. Ὁ γοῦν μακάριος ∆αβὶδ, οὕτως καταψάλλων τοῦ Σαοὺλ, αὐτὸς εὐηρέστει τῷ Θεῷ, καὶ τὸν τάραχον καὶ τὸ μανικὸν πάθος τοῦ Σαοὺλ ἀπήλαυνε, καὶ γαληνιᾷν τὴν ψυχὴν αὐτοῦ παρεσκεύαζεν. Οὕτως οἱ ἱερεῖς ψάλλοντες, εἰς ἀτα ραξίαν τὰς ψυχὰς τῶν λαῶν καὶ εἰς ὁμόνοιαν αὐτὰς τῶν ἐν