1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

πλανᾷν ἐπιχειροῦντας ἐλέγξει· καὶ τούτου οὐκ ἄνθρωπος ἐγγυητὴς, ἀλλ' αὐτὴ ἡ θεία γίνεται Γραφή. Ὁ γὰρ Θεὸς ἐνετείλατο τῷ Μωϋσῇ γράψαι τὴν μεγάλην Ὠδὴν, καὶ διδάξαι τὸν λαόν· τόν τε καθιστάμενον ἄρχοντα κελεύει γράψαι τὸ ∆ευτερονόμιον, ἔχειν τε τοῦτο μετὰ χεῖρας, καὶ μελετᾷν ἀεὶ τὰ ἐν αὐτῷ ῥήματα, ὡς ἀρκούντων τῶν ἐν αὐτοῖς λόγων πρός τε ὑπόμνησιν ἀρετῆς, καὶ βοήθειαν φέρειν τοῖς γνησίως αὐτοὺς μελετῶσιν. Ἀμέλει ὁπηνίκα εἰς τὴν γῆν εἰσῆλθεν ὁ τοῦ Ναυῆ, βλέπων τὰς τῶν ἐχθρῶν διατάξεις, καὶ τοὺς βασιλεῖς τῶν Ἀμοῤῥαίων πάντας συνελθόντας εἰς πόλεμον, αὐτὸς ἀνθ' ὅπλων καὶ ξιφῶν τὸ ∆ευτερονόμιον ἀναγνοὺς εἰς τὰ ὦτα πάντων, τά τε ῥήματα τοῦ νόμου ὑπομνήσας, καὶ τούτοις τὸν λαὸν καθοπλίσας, περιγέγονε τῶν πολεμίων. Ὁ δὲ βασιλεὺς Ἰωσίας, εὑρεθέντος τοῦ βιβλίου, καὶ ἀναγνωσθέντος εἰς τὰς πάντων ἀκοὰς, οὐκέτι τοὺς ἐχθροὺς ἐφοβεῖτο. Καὶ εἴ ποτε δὲ πόλεμος ἦν τῷ λαῷ, ἡ κιβωτὸς ἔχουσα τὰ πυξία τοῦ νόμου προώδευε πάντων, καὶ ἠρκεῖτο τούτοις ἀντὶ πάσης παρατάξεως εἰς βοήθειαν, εἰ μή τις ἦν παρὰ τοῖς βαστάζουσι καὶ ἐν τοῖς λαοῖς προκρατήσασα ἁμαρτία καὶ ὑπόκρισις. Πίστεως γὰρ καὶ γνησίας διαθέσεως χρεία, ἵνα ὁ νόμος εἰς τὰ κατ' εὐχὴν συνεργάζηται. Ἐγὼ γοῦν, ἔλεγεν ὁ γέρων, ἤκουσα καὶ παρὰ φρονίμων ἀνδρῶν, ὡς ἄρα τὸ παλαιὸν ἐν τῷ 27.45 Ἰσραὴλ, μόνον ἀναγινώσκοντες τὰς Γραφὰς, ἐδίωκον δαίμονας, καὶ ἠλέξουν τὰς παρ' αὐτῶν τοῖς ἀνθρώποις γινομένας ἐπιβουλάς. Ὅθεν καὶ καταγνώσεως πάσης ἀξίους εἶναι ἔλεγε τοὺς ταῦτα μὲν ἀφιέντας, συντιθέντας δὲ ἑαυτοῖς ἔξωθεν πιθανὰ ῥήματα, καὶ ἐν τούτοις ἐξορκιστὰς ἑαυτοὺς ὀνομάζοντας. Μᾶλλον γὰρ παίζουσι, καὶ παρέχουσιν ἑαυτοὺς ἐκείνοις εἰς τὸ χλευάζεσθαι· οἷα πεπόνθασιν Ἰουδαῖοι οἱ Σκευᾶ υἱοὶ, ἐπιχειρήσαντες καὶ αὐτοὶ τὸν τρόπον τοῦτον ἐξορκίζειν. Ταῦτα μὲν γὰρ ἀκούοντες παρὰ τῶν τοιούτων οἱ δαίμονες παίζουσι· τὰ δὲ τῶν ἁγίων ῥήματα φοβοῦνται, ἢ καὶ φέρειν αὐτὰ οὐ δύνανται. Ἔστι γὰρ ἐν τοῖς τῶν Γραφῶν ῥήμασιν ὁ Κύριος, ὃν μὴ δυνάμενοι φέρειν ἔκραζον· ∆έομαί σου, μή με πρὸ καιροῦ βασανίσῃς· ἐκαίοντο γὰρ καὶ μόνον βλέποντες παρόντα τὸν Κύριον. Οὕτως καὶ ὁ Παῦλος παρήγγειλε τοῖς ἀκαθάρτοις πνεύμασιν· οὕτως καὶ τοῖς μαθηταῖς ὑπετάσσετο τὰ δαιμόνια. Καὶ ἐπὶ Ἑλισσαίου δὲ τοῦ προφήτου ἐγένετο χεὶρ Κυρίου, καὶ προεφήτευσε περὶ τῶν ὑδάτων τοῖς τρισὶ βασιλεῦσιν, ὅτε ἔψαλλε κατ' ἐντολὴν αὐτοῦ ὁ ψάλλων. Οὕτως καὶ νῦν, εἴ τις κήδεται τῶν πασχόντων, ταῦτα λεγέτω, καὶ μᾶλλον τόν τε πάσχοντα ὠφελεῖ, καὶ ἑαυτοῦ τὴν πίστιν ἀληθῆ καὶ βεβαίαν ἐπιδείξεται· ὥστε, καὶ ταύτην ὁρῶντα τὸν Θεὸν, τελείαν τὴν θεραπείαν παρασχεῖν τοῖς δεομένοις. Τοῦτο γὰρ καὶ ὁ ἅγιος γινώσκων, ἔλεγεν ἐν τῷ ριηʹ ψαλμῷ· Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου· καὶ πάλιν· Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Ἐν τούτοις γὰρ καὶ σωτηρίαν ἐκέρδαινον, λέγοντες· Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Ὅθεν καὶ ὁ Παῦλος ἐν τούτοις ἠσφαλίζετο τὸν ἑαυτοῦ μαθητὴν, λέγων· Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ γένηται. Ταῦτα καὶ σὺ μελετῶν, καὶ συνετῶς ἐντυγχάνων· οὕτως τοῖς ψαλμοῖς, τὸν μὲν ἐν ἑκάστῳ νοῦν ὁδηγούμενος ὑπὸ τοῦ Πνεύματος καταλαβεῖν δυνήσῃ. Τοιοῦτον δὲ καὶ σὺ ζηλώσεις βίον, οἷον ἔσχον οἱ ταῦτα θεοφορούμενοι λαλήσαντες ἄνδρες ἅγιοι.