Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υἱός, ἀλλ' ὁ πα τὴρ πατήρ, καὶ ὁ υἱὸς υἱός, ἓν δέ, ὅτι υἱὸς τῆς οὐσίας τοῦ πατρός ἐστι φύσει, ἴδιος ὑπάρχων λόγος αὐτοῦ. Τοῦτο ὁ κύριος ἔλεγεν· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Οὔτε γὰρ ὁ λόγος κεχώρισται τοῦ πατρός, οὔτε ὁ πατὴρ ἄλογος πώποτε ἦν ἤ ἐστιν. Καὶ ὁ λόγος οὖν θεὸς καὶ ὁ πατὴρ οὐκ ἄλογος· διὰ τοῦτο «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» εἴρηκεν. 3 Καὶ πάλιν ὁ Χριστὸς λόγος τοῦ θεοῦ ἐστιν. Πότερον οὖν ἀφ' ἑαυτοῦ ὑπέστη καὶ ὑποστὰς προσκεκόλληται τῷ πατρί; ἢ ὁ θεὸς αὐτὸν πεποίηκε καὶ ὠνόμασεν ἑαυτοῦ λόγον; Εἰ μὲν οὖν τὸ πρῶτον, λέγω δὴ τό· ἑαυτῷ ὑπέστη καὶ θεός ἐστιν, δύο ἂν εἶεν ἀρχαί, οὐκ ἔσται δὲ εἰκότως οὐδὲ τοῦ πατρὸς ἴδιος διὰ τὸ μὴ αὐ τοῦ τοῦ πατρός, ἀλλ' ἑαυτοῦ εἶναι· εἰ δὲ ἔξωθεν πεποίηται, εἴη ἂν κτίσμα. Λείπεται δὴ ἐξ αὐτοῦ τοῦ θεοῦ λέγειν αὐτόν. Εἰ δὲ τοῦτο, ἄλλο ἂν εἴη τὸ ἔκ τινος, καὶ ἄλλο τὸ ἐξ οὗ ἐστιν· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλ' ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατὸν καὶ γεννώμενον καὶ γεννῶν, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται. Εἰ δὲ ἐξ αὐτοῦ μὲν ἔστιν, οὐκ ἄλλο δέ, ἔσται καὶ γεννῶν καὶ μὴ γεννῶν· γεννῶν μέν, ὅτι ἐξ αὐτοῦ προφέρει, μὴ γεννῶν δέ, ὅτι μὴ ἄλλο αὐτοῦ ἐστιν. Εἰ δὲ τοῦτο, εἴη ἂν κατ' ἐπίνοιαν λεγόμενος ὁ αὐτὸς πατὴρ καὶ υἱός. Εἰ δὲ ἀπρεπὲς οὕτως, εἴη ἂν δύο, πατὴρ καὶ υἱός, ἓν δέ, ὅτι ὁ υἱὸς οὐκ ἔξωθεν, ἀλλ' ἐκ τοῦ θεοῦ γεγέννηται. Εἰ δὲ φεύγει τις τὸ λέγειν γέννημα, μόνον δὲ λέγει ὑπάρχειν τὸν λόγον σὺν τῷ θεῷ, φοβηθήτω ὁ τοιοῦτος, μὴ φεύγων τὸ ὑπὸ τῆς γραφῆς λεγό μενον ἐμπέσῃ εἰς ἀτοπίαν, διφυῆ τινα εἰσάγων τὸν θεόν· μὴ διδοὺς γὰρ ἐκ τῆς μονάδος εἶναι τὸν λόγον, ἀλλ' ἁπλῶς κεκολλῆσθαι τῷ πατρὶ λόγον, δυάδα οὐσίας εἰσάγει, μηδετέραν τῆς ἑτέρας πατέρα τυγχάνουσαν. Τὸ αὐτὸ δὲ καὶ περὶ δυνάμεως. Φανερώτερον δ' ἄν τις ἴδοι τοῦτο, εἰ ἐπὶ πατρὸς λάβοι· εἷς γὰρ πατὴρ καὶ οὐ δύο, ἀλλ' ἐκ τοῦ ἑνὸς ὁ υἱός. Ὥσπερ οὖν οὐ δύο πατέρες, ἀλλ' εἷς, οὕ τως οὐ δύο ἀρχαί, ἀλλὰ μία, καὶ ἐκ τῆς μιᾶς οὐσιώδης ὁ υἱός. Πρὸς Ἀρειανοὺς δὲ ἀνάπαλιν ἐρωτητέον· τοὺς μὲν γὰρ Σαβελλίζοντας ἀπὸ τῆς περὶ υἱοῦ ἐννοίας ἐλεγκτέον, τοὺς δὲ Ἀρειανοὺς ἀπὸ τῆς περὶ πατρός. 4 Λεκτέον οὖν· ὁ θεὸς σοφὸς καὶ οὐκ ἄλογός ἐστιν, ἢ τοὐ ναντίον, ἄσοφος καὶ ἄλογος. Εἰ μὲν οὖν τὸ δεύτερον, αὐτόθεν ἔχει τὴν ἀτοπίαν· εἰ δὲ τὸ πρῶτον, ἐρωτητέον, πῶς ἐστι σοφὸς καὶ οὐκ ἄλογος· πότερον ἔξωθεν ἐσχηκὼς τὸν λόγον καὶ τὴν σοφίαν ἢ ἐξ ἑαυτοῦ; Εἰ μὲν οὖν ἔξωθεν, ἔσται τις ὁ προσδεδωκὼς αὐτῷ, καὶ πρὶν λαβεῖν ἄσοφος καὶ ἄλογος· εἰ δὲ ἐξ αὐτοῦ, δῆλον ὅτι οὐκ ἐξ οὐκ ὄντων, οὐδ' ἦν ποτε ὅτε οὐκ ἦν· ἀεὶ γὰρ ἦν, ἐπεὶ καὶ οὗ ἐστιν εἰκών, ἀεὶ ὑπάρχει. Ἐὰν δὲ λέγωσιν, ὅτι σοφὸς μὲν ἔστι καὶ οὐκ ἄλογος, ἰδίαν δὲ ἔχει ἐν ἑαυτῷ σοφίαν καὶ ἴδιον λόγον, οὐ τὸν Χριστὸν δέ, ἀλλ' ἐν ᾧ καὶ τὸν Χριστὸν ἐποίησεν, λεκτέον, ὅτι, εἰ ὁ Χριστὸς ἐν ἐκείνῳ τῷ λόγῳ γέγονεν, δῆλον ὅτι καὶ τὰ πάντα. Καὶ αὐτὸς ἂν εἴη, περὶ οὗ λέγει Ἰωάννης· «πάντα δι' αὐ τοῦ ἐγένετο» καὶ ὁ Ψαλμῳδὸς δέ· «πάντα ἐν σοφίᾳ ἐποίησας». Εὑρεθήσται δὲ ὁ Χριστὸς ψευδόμενος «ἐγὼ ἐν τῷ πατρί», ὄντος ἑτέρου ἐν τῷ πατρί· καὶ «ὁ λόγος δὲ σὰρξ ἐγένετο» οὐκ ἀληθὲς κατ' αὐτούς. Εἰ γὰρ, ἐν ᾧ τὰ πάντα ἐγένετο, αὐτὸς ἐγένετο σάρξ, ὁ δὲ Χριστὸς οὐκ ἔστιν ἐν τῷ πατρὶ λόγος, δι' οὗ τὰ πάντα ἐγένετο, ἄρα ὁ Χριστὸς οὐ γέγονε σάρξ, ἀλλ' ἴσως ὠνομάσθη λόγος ὁ Χρι στός. Καὶ εἰ τοῦτο, πρῶτον μὲν ἄλλος ἂν εἴη παρὰ τὸ ὄνομα· ἔπειτα οὐ δι' αὐτοῦ ἐγένετο τὰ πάντα, ἀλλ' ἐν ἐκείνῳ, ἐν ᾧ καὶ ὁ Χριστός. Εἰ δὲ φήσαιεν ὡς ποιότητα εἶναι ἐν τῷ πατρὶ τὴν σοφίαν ἢ αὐτοσοφίαν εἶναι, ἀκολουθήσει τὰ ἄτοπα τὰ ἐν τοῖς ἔμ προσθεν εἰρημένα. Ἔσται γὰρ σύνθετος καὶ αὐτὸς ἑαυτοῦ υἱὸς καὶ πατὴρ γινόμενος. Πλὴν ἐλεγκτέον καὶ δυσωπητέον αὐτούς, ὅτι ὁ ἐν τῷ θεῷ λόγος οὐκ ἂν εἴη κτίσμα οὐδὲ ἐκ τοῦ μὴ ὄντος. Ὄντος δὲ ἅπαξ ἐν θεῷ λόγου, αὐτὸς ἂν εἴη ὁ

2