Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ. 11 Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσιν· κἀ κεῖνοι γάρ φασι δι' ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, ὥσπερ τοῦ θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἢ προβάληται κατ' ἐκείνους, ἢ κτίσῃ κατὰ τούτους. Ἀρειανοὶ μὲν οὖν πλέον ἡμῖν ἢ τῷ υἱῷ χαρίζονται· οὐ γὰρ ἡμεῖς δι' ἐκεῖνον, φασίν, ἀλλ' ἐκεῖνος δι' ἡμᾶς γέγονεν, εἴγε διὰ τοῦτο ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι' αὐτοῦ κτίσῃ ὁ θεός. Οὗτοι δὲ ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες ἔλαττον τῷ θεῷ ἢ ἡμῖν διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιω πῶντες μέν, ἐνθυμούμενοι δὲ ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυ μήσεως καὶ εἰδωλοποιεῖσθαι· τὸν δὲ θεὸν σιωπῶντα μὲν ἀνενέρ γητον, λαλοῦντα δὲ ἰσχύειν αὐτὸν βούλονται, εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν, λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ λόγος ἐν τῷ θεῷ ὢν τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύ νασθαι. Εἰ μὲν οὖν ἀτελὴς ἦν ἐν θεῷ ὤν, γεννηθεὶς δὲ τέλειος γέγονεν, ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε δι' ἡμᾶς γεγέν νηται· δι' ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν. Εἰ δὲ τέλειος ἦν ἐν θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ· ἠδύνατο γὰρ καὶ ἐν πατρὶ ὢν δημιουργεῖν· ὥστε ἢ οὐ γε γέννηται, ἢ γεγέννηται οὐ δι' ἡμᾶς, ἀλλ' ὅτι ἀεὶ ἐκ τοῦ πατρός ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν, ἀλλὰ τὸ ἐκ θεοῦ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν. 12 Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ πατρὸς τολμῶντες φανήσονται. Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι λαλήσαντα. Καὶ πόθεν προσείληφεν; Καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο ἔχων ἐν ἑαυτῷ τὸν λόγον ποιεῖν, περιτ τῶς γεννᾷ δυνάμενος καὶ σιωπῶν ποιεῖν. Ἔπειτα, εἰ πρὸ τοῦ γεν νηθῆναι ἐν τῷ θεῷ ἦν ὁ λόγος, ἄρα γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν λέγει· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»; Εἰ δὲ νῦν ἐν τῷ πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ πατρί, ὥσπερ καὶ νῦν ἐστιν, καὶ περιττὸν τὸ λέγειν· δι' ἡμᾶς γε γέννηται καὶ μεθ' ἡμᾶς ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν. Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν, οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλ' ἔστιν ὥσπερ ἦν ἀεὶ καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων, ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται. Εἰ γὰρ ὅπερ ἦν, τοῦτ' ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὤν, δῆλον, ὅτι οὐκ ἔστι νῦν, ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· εἰ ἐν θεῷ ἦν πρότερον καὶ μετὰ ταῦτα πάλιν ἔσται, δῆλον, ὅτι οὐκ ἔστι νῦν ἐν τῷ θεῷ ὁ λόγος. Ἀλλ' ἐλέγχει τούτους ὁ κύριος λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· οὕτως γάρ ἐστι νῦν, ὥσπερ ἦν ἀεί. Εἰ δὲ οὕτως νῦν ἐστιν, ὥσπερ ἦν ἀεί, δῆλον, ὅτι οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτὲ μὲν ἐν θεῷ ἡσυχία ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλ' ἔστιν ἀεὶ πατὴρ καὶ υἱὸς ὁ τούτου λόγος, οὐκ ὀνόματι μόνον λόγος, οὐδὲ κατ' ἐπίνοιαν υἱὸς ὁ λόγος, ἀλλ' ὑπάρχων ὁμοούσιος τῷ πατρί, οὐ δι' ἡμᾶς γεννηθείς· ἡμεῖς γὰρ δι' ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι' ἡμᾶς ἐγεννήθη, καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει αὐτοῦ συνέστηκεν ἡ κτίσις, ἀνατρέχει δέ, ἵνα ᾖ ὅπερ πρότερον ἦν, πρῶτον μὲν ἔσται πάλιν μὴ γεννώμενος ὁ γεννηθείς. Εἰ γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ θεῷ σιωπήσει πάλιν ὁ θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν σιωπῶντος αὐτοῦ, ἡσυχία καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις. Ὥσπερ γὰρ προελθόντος τοῦ λόγου γέγονεν ἡ κτίσις καὶ ὑπῆρξεν, οὕτως παλινδρομοῦντος τοῦ λόγου οὐχ ὑπάρξει ἡ κτίσις. Τίς οὖν ἡ χρεία τοῦ γενέσθαι, εἰ παύσεται; Ἢ τί καὶ ἐλάλει ὁ θεός, ἵνα μετὰ ταῦτα σιωπήσῃ; Τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται; Τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελεν; Τί δὲ πάλιν ἔσται, ἄδηλον. Ἢ γὰρ σιωπήσει ἀεὶ ἢ πάλιν γεννήσει καὶ ἑτέραν κτίσιν ἐπινοήσει· οὐ γὰρ τὴν αὐτὴν ποιήσει-ἢ γὰρ ἂν διέμεινεν ἡ γενο μένη-, ἀλλ' ἑτέραν· ἀκολούθως δὲ καὶ ταύτην παύσει καὶ ἑτέραν ἐπινοήσει,

5