Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον σάρξ, οὕτως ὁ λόγος υἱὸς γέγονεν, οὐκ ὢν πρότερον υἱός. Ταῦτα μὲν ἐκείνων τὰ φλυαρή ματα· ἔχει δὲ τὸν ἔλεγχον ἐναργῆ. 23 Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν υἱός, ἡ ἐνανθρώ πησις αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν υἱόν, ἢ τὸ συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἔπειτα εἰ πρῶτον λόγος καὶ ὕστερον υἱός, φανήσεται ὕστερον ἐγνωκὼς τὸν πατέρα, καὶ οὐ πρότερον. Οὐ γὰρ ᾗ λόγος γινώσκει, ἀλλ' ᾗ υἱός. «Οὐδεὶς» γὰρ «γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός», Ἀπαντήσει δὲ καὶ τοῦτο, ὅτι ὕστερον ἐν κόλποις τοῦ πατρὸς γέγονεν, καὶ ὕστερον αὐτὸς καὶ ὁ πατὴρ ἓν γεγόνασιν, καὶ ὕστερον τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Ταῦτα γὰρ πάντα ἐπὶ υἱοῦ ἐλέχθη. Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν· οὐδὲν ἦν ὁ λόγος, ἀλλ' ὄνομα μόνον. Οὔτε γὰρ ἐν ἡμῖν μετὰ τοῦ πατρός, οὔτε ὁ τὸν λόγον ἑωρακὼς ἔβλεπε τὸν πατέρα, οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ πατήρ· διὰ γὰρ υἱοῦ γινώσκεται ὁ πατήρ· οὕτως γὰρ καὶ γέγραπ ται· «καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». Μήπω δὲ ὄντος τοῦ λόγου υἱοῦ οὐδέπω τις ἐγίνωσκε τὸν πατέρα. Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; Αὐτὸς γὰρ ἐν ταῖς Βασιλείαις φησίν· «Ἀπο καλυφθεὶς ἀπεκαλύφθην πρὸς πάντας τοὺς πατέρας ὑμῶν». Εἰ δὲ ἀπεκαλύφθη θεός, δῆλον, ὅτι ἦν ὁ ἀποκαλύπτων υἱός, ὡς αὐτός φησιν· «καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ». Ἀσεβὲς μὲν οὖν καὶ ἀνόητον τὸ λέγειν ἄλλον εἶναι τὸν λόγον, καὶ ἄλλον εἶναι τὸν υἱόν. Πόθεν δὲ ἄρα τὴν τοιαύτην ὑπόνοιαν ἐσχήκασιν, ἐρέσθαι καλόν. Φασὶ δὴ διὰ τὸ μὴ εἰρῆσθαι ἐν τῇ παλαιᾷ περὶ υἱοῦ, ἀλλὰ περὶ λόγου, καὶ διὰ τοῦτο νεώτερον ὑπονοεῖν τοῦ λόγου τὸν υἱὸν διαβεβαιοῦνται, ὅτι μὴ ἐν τῇ παλαιᾷ, ἀλλ' ἐν τῇ καινῇ μόνῃ περὶ αὐτοῦ ἐλέχθη. Ταῦτ' ἐκεῖνοι ἀσεβῶς φθέγγονται. Πρῶτον μὲν γὰρ διαιρεῖν τὰς διαθήκας, καὶ μὴ τὴν ἑτέραν τῆς ἑτέρας ἔχεσθαι, Μανιχαίων καὶ Ἰουδαίων τὸ ἐπιτήδευμα, τῶν μὲν τῇ παλαιᾷ, τῶν δὲ τῇ νέᾳ ἀντιλεγόντων. Ἔπειτα κατ' αὐτούς, εἰ τὰ ἐν τῇ παλαιᾷ κείμενα προάγει τῷ χρόνῳ, τὰ δὲ ἐν τῇ νέᾳ νεώτερά ἐστιν, καὶ ἐκ τῶν γραμμάτων οἱ χρόνοι κρίνονται, ἀνάγκη πάλιν νεώτερα εἶναι τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», τό τε «μονογενὴς» καὶ τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»· οὐ γὰρ ἐκ τῆς παλαιᾶς, ἀλλ' ἐκ τῆς καινῆς ταῦτα μαρτυρεῖται. 24 Οὐ μὴν δέ, ἀλλ' ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ υἱοῦ πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε»· καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ «εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ ∆αβΐδ»· καὶ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησο μένων, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ». καὶ ἐν τῇ Ἡσαΐᾳ. «Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ». Τὸ δὲ «ἀγαπητὸς» τίς ἂν εἴη ἢ υἱὸς μονογενής; ὡς καὶ ἐν τῷ ἑκα τοστῷ ἐννάτῳ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δέ· «πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με»· καὶ ἐν τῷ ∆ανιήλ· «καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ» καὶ ἄλλα πλείονα. Εἰ τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ υἱὸς ὁ ἐν τῇ παλαιᾷ ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ναί, φασιν, κεῖται μέν, προ φητικῶς δὲ ἔστω. Οὐκοῦν καὶ περὶ τοῦ λόγου προφητικῶς εἰρῆσ θαι λεχθείη ἄν. Οὐ γὰρ τὸ μέν, τὸ δὲ <οὔ>. Εἰ γὰρ τὸ «υἱός μου εἶ σὺ» ἐπὶ μέλλοντος, δῆλον, ὅτι καὶ τὸ «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν». Οὐ γὰρ εἶπεν· «ἐγένοντο», οὐδέ· «ἐποίησεν». Ὅτι δὲ τὸ «ἐστερέωσεν» ἐπὶ μέλλοντος, φησίν· «ὁ κύριος ἐβασίλευσεν», εἶτα· «καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται». Καὶ εἰ τὸ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ «ὑπὲρ τοῦ ἀγαπητοῦ» ἐπὶ μέλλοντος, δῆλον, ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». Καὶ εἰ τὸ «ἐκ γαστρὸς»

11