Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι λόγος, σοφία, δύναμις· οὐ γὰρ σύνθετος ἐκ τούτων ὁ θεός, ἀλλὰ γεννητικός. Ὥσπερ γὰρ τὰ κτίσματα λόγῳ δημιουρ γεῖ, οὕτως κατὰ φύσιν τῆς ἰδίας οὐσίας ἔχει γέννημα τὸν λόγον, δι' οὗ καὶ δημιουργεῖ καὶ κτίζει καὶ οἰκονομεῖ τὰ πάντα. Τῷ γὰρ λόγῳ καὶ τῇ σοφίᾳ τὰ πάντα γέγονεν, καὶ τῇ διατάξει αὐτοῦ δια μένει τὰ σύμπαντα. Τὸ αὐτὸ δὲ καὶ περὶ υἱοῦ· εἰ ἄγονος, καὶ ἀνενέργητος ὁ θεός· γέννημα γὰρ αὐτοῦ ὁ υἱός, δι' οὗ ἐργάζεται. Εἰ δὲ μή, αἱ αὐταὶ ἐρωτήσεις καὶ τὰ αὐτὰ ἄτοπα τοῖς ἀναισχυν τοῦσιν ἀκολουθήσει. 5 Ἐκ τοῦ ∆ευτερονομίου· «ὑμεῖς δὲ οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον». Ἐκ τούτου δυνατὸν εἰ δέναι τὴν διαφορὰν καὶ γνῶναι, ὅτι οὐκ ἔστι κτίσμα ὁ υἱὸς τοῦ θεοῦ. Ὁ μὲν γὰρ υἱὸς λέγει· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καί· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· τὰ δὲ γενητά, ὅτ' ἂν προκόπτῃ, πρόσκειται τῷ κυρίῳ. Ὁ μὲν γὰρ λόγος ὡς ἴδιος ἐν τῷ πατρί ἐστιν· τὰ δὲ γενητὰ ἔξωθεν ὄντα πρόσκειται ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα. Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει ἕν ἐστι μετὰ τοῦ γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει. ∆ιὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι «ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ θεὸς ἐγγίζων»; καὶ ἀλλαχοῦ· «θεὸς ἐγγίζων ἐγώ». Τοῖς γὰρ γενητοῖς ἐγγίζει ὡς ξένοις αὐτοῦ οὖσιν, τῷ δὲ υἱῷ ὡς ἰδίῳ οὐκ ἐγγίζει. ἀλλ' ἐν αὐτῷ ἐστιν· καὶ ὁ υἱὸς οὐ πρόσκειται, ἀλλὰ σύνεστι τῷ πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ ∆ευτερονομίῳ· «τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε». Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται. 6 Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρεια νῶν, διὰ τὸ ὑπονοεῖν τὸν κύριον ἐνδεᾶ, ὅταν λέγῃ· «ἐδόθη μοι» καὶ «ἔλαβον», καὶ ἐὰν λέγῃ ὁ Παῦλος· «διὰ τοῦτο ὑπερύψωσεν αὐτόν» καὶ «ἐκάθισεν ἐν δεξιᾷ» καὶ τὰ τοιαῦτα, λεκτέον, ὅτι ὁ κύριος ἡμῶν, λόγος ὢν υἱὸς τοῦ θεοῦ, ἐφόρησε σῶμα καὶ γέγονε καὶ υἱὸς ἀνθρώπου, ἵνα «μεσίτης γενόμενος θεοῦ καὶ ἀνθρώπων» τὰ μὲν θεοῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ θεῷ διακονῇ. Ὅταν οὖν λέ γηται πεινᾷν καὶ δακρύειν καὶ κοπιᾷν καὶ «ἐλωῒ, ἐλωῒ», ἀνθρώ πινα ὄντα καὶ ἡμέτερα πάθη, δέχεται παρ' ἡμῶν καὶ τῷ πατρὶ ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ ἐξαφανισθῇ· ὅταν δέ, ὅτι «ἐδόθη μοι ἐξουσία» καὶ «ἔλαβον» καὶ «διὰ τοῦτο ὑπερ ύψωσεν αὐτὸν ὁ θεός», τὰ παρὰ τοῦ θεοῦ εἰς ἡμᾶς ἐστι χαρίσ ματα δι' αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ λόγος ἐνδεὴς ἦν ἢ γέγονε πώ ποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα· διὰ δὲ τοῦ λόγου δίδοται ἡμῖν· διὰ τοῦτο ὡς αὐτῷ διδόμενα ἡμῖν με ταδίδοται· διὰ τοῦτο γὰρ καὶ ἐνηνθρώπησεν, ἵνα ὡς αὐτῷ διδόμενα εἰς ἡμᾶς διαβῇ. Ἄνθρωπος γὰρ ψιλὸς οὐκ ἂν ἠξιώθη τούτων· λόγος δὲ πάλιν μόνος, οὐκ ἂν ἐδεήθη τούτων. Συνήφθη οὖν ἡμῖν ὁ λόγος, καὶ τότε ἐξουσίαν ἡμῖν μετέδωκε καὶ ὑπερύψωσεν. Ἐν ἀνθρώπῳ γὰρ ὢν ὁ λόγος ὑπερύψωσε τὸν ἄνθρωπον· καὶ ἐν ἀν θρώπῳ ὄντος τοῦ λόγου ἔλαβεν ὁ ἄνθρωπος. Ἐπεὶ οὖν τοῦ λό γου ὄντος ἐν σαρκὶ ὑψώθη ὁ ἄνθρωπος καὶ ἔλαβεν ἐξουσίαν, διὰ τοῦτο εἰς τὸν λόγον ἀναφέρεται ταῦτα, ἐπειδὴ δι' αὐτὸν ἐδόθη· διὰ γὰρ τὸν ἐν ἀνθρώπῳ λόγον ἐδόθη ταῦτα τὰ χαρίσματα. Καὶ ὥσ περ «ὁ λόγος σὰρξ ἐγένετο», οὕτως καὶ ὁ ἄνθρωπος τὰ διὰ τοῦ λόγου εἴληφεν. Πάντα γὰρ ὅσα ὁ ἄνθρωπος εἴληφεν, ὁ λόγος λέ γεται εἰληφέναι, ἵνα δειχθῇ, ὅτι οὐκ ἄξιος ὢν ὁ ἄνθρωπος λα βεῖν, ὅσον ἧκεν εἰς τὴν αὐτοῦ φύσιν, ὅμως διὰ τὸν γενόμενον σάρκα λόγον εἴληφεν. Ὅθεν ἐάν τι λέγηται δίδοσθαι τῷ κυρίῳ ἤ τι τοι οῦτον, νοεῖν δεῖ μὴ αὐτῷ ὡς χρῄζοντι δίδοσθαι, ἀλλὰ τῷ ἀνθρώπῳ διὰ τοῦ λόγου. Καὶ γὰρ πᾶς πρεσβεύων ὑπὲρ ἄλλου, αὐτὸς τὴν χάριν λαμβάνει οὐ χρῄζων, ἀλλὰ διὰ τὸν ὑπὲρ οὗ πρεσβεύει. 7 Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ

3