Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ προφή ταις, ἀποσταλεῖσι παρ' αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων κύριον; Πῶς δὲ καὶ κληθείη Χριστὸς ψιλὸς ἄνθρωπος; Ἡνωμένος δὲ τῷ λόγῳ εἰκότως χρηματίζοι Χριστὸς καὶ υἱὸς θεοῦ, ἄνωθεν τοῦ προφήτου σαφῶς ἐκβοήσαντος τὴν πατρικὴν ὑπόστασιν περὶ αὐτοῦ καὶ εἰπόντος· «Καὶ ἀποστελῶ τὸν υἱόν μου τὸν Χριστόν», καὶ ἐν τῷ Ἰορδάνῃ· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Ἐκπληρώσας γὰρ τὴν ὑπόσχεσιν εἰκότως ὑπέδειξεν, ὡς οὗτός ἐστιν, ὃν εἶπον ἀποστεῖλαι. 34 Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστόν, λόγον τὸν θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης νηδύϊ ὁ λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐκ τῆς γῆς, μᾶλλον δὲ θειοτέρως, περὶ οὗ καὶ Σολομών φησι τὸν λόγον εἰδὼς καὶ σοφίαν χρηματίζουσαν φανερῶς· «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον». ὃν καὶ ὁ ἀπόστολος ἑρμηνεύων λέγει· «οὗ οἶκός ἐσμεν ἡμεῖς», καὶ ἀλλαχοῦ δὲ «ναὸν» προσαγορεύει, καθότι πρέπον θεῷ ἐν ναῷ κατοικεῖν, οὗ καὶ εἰκόνα τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταττεν· ὅθεν τῆς ἀληθείας φανείσης πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν, ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν οὐκ ἠπείλησεν, ἀλλ' εἰδώς, ὡς αὐτοὶ καθ' ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς· «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν», σαφῶς δεικνὺς ὁ ἡμέτερος σωτήρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδα ζόμενα αὐτόθεν ἔχει τὴν διάλυσιν. «Ἐὰν γὰρ μὴ κύριος οἰκο δομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκο δομοῦντες, καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες». Τὰ τοίνυν τῶν Ἰουδαίων λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς ἐκκλησίας ἥδρασται «τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν, καὶ πύλαι ᾅδου οὐ κατισ χύσουσιν αὐτῆς». Ἐκείνων ἦν τὸ λέγειν· «πῶς σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν θεόν;» Τούτων μαθητὴς ὁ Σαμοσατεὺς ὑπάρχει ὅθεν εἰκότως τὰ παρ' αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει· «ἀλλ' ἡμεῖς οὐχ οὕτως ἐμάθομεν τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσαμεν καὶ παρ' αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρό μενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας». Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς νοείσθω. 35 Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ γραφὴ «Χρι στόν», ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον διδάσκων «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ», καὶ πάλιν πρὸς Ἰουδαίους «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ἄνδρα ἀπὸ τοῦ θεοῦ ἀναδεδειγμένον εἰς ὑμᾶς», καὶ πάλιν ὁ μακάριος Παῦλος πρὸς Ἀθηναίους· «ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν». Ταὐτὸν δὲ τῇ χρίσει πολλαχόσε τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν, ἐξ ὧν μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς ῥήμασι τῶν ἁγίων, ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον τοῦ θεοῦ λόγου ἕνωσιν γενομένην ὀνομάζουσι ποτὲ μὲν «χρίσιν», ποτὲ δὲ «ἀπο στολήν», ἄλλοτε δὲ «ἀνάδειξιν». Τὸ τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὴν καὶ εἰλικρινῆ τὴν θεότητα τοῦ μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον τοῦ θεοῦ λόγου ἀπὸ τοῦ ἐκ Μαρίας ἀνθρώπου. Μὴ γένοιτο! Πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα»; δι' οὗ καὶ μετὰ τὴν ἀνάστασιν τὸ αὐτὸ «κεκλεισ μένων τῶν θυρῶν» εἰσερχόμενον πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ τούτου δυσπειθές, διαλύσαντα τῷ εἰπεῖν· «ψηλαφήσατέ με καὶ βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Καὶ οὐκ εἶπε «τόνδε» ἢ «τὸν ἄνθρωπόν μου, ὃν ἀνείληφα», ἀλλ' «ἐμέ». Ὅθεν οὐδε μίαν συγγνώμην εὑρεῖν

16