Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· καὶ εἰ «ὁ μονογενὴς ἐν κόλποις», καὶ ὁ ἀγαπητὸς ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ ἀγαπητόν, ὡς τὸ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Οὐ γὰρ δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων εἶπε τὸ «ἀγαπητός», ἵνα μὴ τοὺς ἄλλους μισεῖν δόξῃ, ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ· Καὶ τῷ Ἀβραὰμ γοῦν σημᾶναι θέλων ὁ λόγος τὸ μονογενές φησιν· «Προσένεγκε τὸν υἱόν σου τὸν ἀγαπητόν». Παντὶ δὲ δῆλον, ἐκ τῆς Σάῤῥας μόνον εἶναι τὸν Ἰσαάκ. Ἔστιν ἄρα ὁ λόγος υἱός, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς υἱός, ἀλλ' ἀεὶ υἱός. Εἰ γὰρ μὴ υἱός, οὐδὲ λόγος· καὶ εἰ μὴ λόγος, οὐδὲ υἱός. Τὸ γὰρ ἐκ τοῦ πατρὸς υἱός ἐστιν. Τί δέ ἐστιν ἐκ τοῦ πατρός, εἰ μὴ λόγος ὁ ἐκ καρδίας προελθὼν καὶ ἐκ γαστρὸς γεννηθείς; Οὐ γὰρ ὁ πατὴρ λόγος ἐστίν, οὐδὲ ὁ λόγος πατήρ ἐστιν, ἀλλ' ὁ μὲν πατήρ, ὁ δὲ υἱός· καὶ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται. 25 Μαίνεται μὲν οὖν Ἄρειος ἐξ οὐκ ὄντων εἶναι λέγων τὸν υἱόν, καὶ «ἦν ποτε, ὅτε οὐκ ἦν». Μαίνεται δὲ καὶ Σαβέλλιος λέγων τὸν πατέρα εἶναι υἱόν, καὶ ἔμπαλιν τὸν υἱὸν εἶναι πατέρα, ὑποστάσει μὲν ἕν, ὀνόματι δὲ δύο. Μαίνεται δὲ καὶ παραδείγματι χρώμενος τῇ τοῦ πνεύματος χάριτι. Φησὶ γάρ· «ὥσπερ διαιρέσεις χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα», οὕτως καὶ ὁ πατὴρ ὁ αὐτὸς μέν ἐστιν, πλατύνεται δὲ εἰς υἱὸν καὶ πνεῦμα. Ἔστι δὲ τοῦτο μεστὸν ἀτοπίας. Εἰ γὰρ ὡς ἐπὶ τοῦ πνεύματος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ ἐστιν, ἔσται ὁ πατὴρ λόγος καὶ πνεῦμα ἅγιον, ᾧ μὲν γινόμενος πατήρ, ᾧ δὲ λόγος, ᾧ δὲ πνεῦμα πρὸς τὴν χρείαν ἑκάστου ἁρμοζόμενος, καὶ ὀνόματι μὲν υἱὸς καὶ πνεῦμα, τῷ δὲ ὄντι πατὴρ μόνον, ἀρχὴν μὲν ἔχων τὸ γίνεσθαι υἱός, παυόμενος δὲ τοῦ λέγεσθαι πατήρ, καὶ ἐνανθρωπήσας μὲν ὀνόματι, τῇ δὲ ἀληθείᾳ μηδὲ ἐπιδημήσας, καὶ ψευδόμενος μὲν τῷ λέγειν «ἐγὼ καὶ ὁ πατήρ», τῷ δὲ ὄντι αὐτὸς ὢν πατήρ; καὶ ὅσα ἄλλα ἄτοπα ἐπὶ Σαβελλίου ἀπαντᾷ. Ἀνάγκη δὲ καὶ παυθήσεσθαι τὸ ὄνομα τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τῆς χρείας πληρωθείσης· καὶ ἔσται λοι πὸν ἄχρι παιδιᾶς τὰ γινόμενα, ὅτι μὴ ἀληθείᾳ, ἀλλ' ὀνόματι ἐπεδείχθη. Παυομένου δὲ τοῦ ὀνόματος τοῦ υἱοῦ κατ' αὐτοὺς παύσεται καὶ τοῦ βαπτίσματος ἡ χάρις· εἰς γὰρ υἱὸν ἐδόθη. Καὶ τί ἀκολουθήσει ἢ ἀφανισμὸς τῆς κτίσεως; Εἰ γάρ, ἵνα ἡμεῖς κτισθῶμεν, προῆλθεν ὁ λόγος, καὶ προελθόντος αὐτοῦ ἐσμεν, δῆλον, ὅτι ἀναχωροῦντος αὐτοῦ εἰς τὸν πατέρα, ὥς φασιν, οὐκ ἔτι ἐσόμεθα. Οὕτως γὰρ ἔσται, ὥσπερ ἦν· οὕτως οὐκ ἔτ' ἐσόμεθα, ὥσπερ οὖν οὐκ ἦμεν. Οὐκ ἔτι γὰρ προελθόντος οὐκ ἔτι ἡ κτίσις ἔσται. 26 Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλ' ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ πατρί ἐστιν, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ λέγων οὕτως· «ὁ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν». Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ γέγονεν, ἀλλ' ἦν πρὸς τὸν πατέρα, ἐν τῷ τέλει τῆς ἐπιστολῆς τὸν υἱὸν εἶναί φησι τὴν ζωήν. Γράφει δ' οὖν· «Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος». Εἰ δὲ ὁ υἱός ἐστιν ἡ ζωὴ καὶ αὕτη πρὸς τὸν πατέρα, καὶ εἰ ὁ υἱὸς ἦν πρὸς τὸν πατέρα, λέγει δὲ ὁ αὐτός· «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν», ὁ υἱὸς ἂν εἴη ὁ λόγος ὁ ἀεὶ ὢν πρὸς τὸν πατέρα. Ὥσπερ δὲ ὁ υἱὸς λόγος ἐστίν, οὕτως ὁ θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ πατήρ. Ὁ μέντοι υἱὸς καὶ κατὰ τὸν Ἰωάννην θεὸς οὐχ ἁπλῶς, ἀλλ' ἀληθινὸς θεός ἐστιν. Καὶ γὰρ κατ' αὐτὸν τοῦτον «καὶ θεὸς ἦν ὁ λόγος»· ἔλεγέ τε ὁ υἱός· «ἐγώ εἰμι ἡ ζωή». Οὐκοῦν ὁ υἱὸς λόγος ἐστὶ καὶ ζωὴ ἡ οὖσα παρὰ τῷ πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ εἰρη μένον «ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς»

12