Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρος ἑωσφόρον εἰρῆσθαι, οὗ προϋπῆρχε τὸ ἐκ τοῦ θεοῦ γέννημα, ὡς εἶναι τοιοῦτον τὸ ἐν τῷ ψαλμῷ· «ἐξ ἐμαυτοῦ σε γεγέννηκα πρὸ τῆς κατὰ σάρκα ἐπι φανείας». Τὸ γὰρ «πρὸ ἑωσφόρου» ἴσον ἐστι τῷ «πρὸ τῆς σαρ κώσεως τοῦ λόγου». 29 Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ υἱοῦ κείμενα, εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ τὰ μὴ κείμενα ἐν τῇ παλαιᾷ νεώτερά ἐστιν, λεγέτωσαν οἱ οὕτως φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ Παρακλήτου πνεύματος εἴρηται; Περὶ πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ Παρακλήτου δὲ οὐδαμῶς. Ἆρ' οὖν ἕτερόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος, ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον εἰπεῖν τὸ πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον πνεῦμα, καὶ ἕτερον τὸν Παράκλητον. Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ πνεῦμα καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ, ὡς εἷς καὶ αὐτὸς λόγος υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοί, οὐ δι' ἄλλου, ἀλλ' ἢ διὰ τοῦ υἱοῦ τεκνοποιούμενοι. Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας υἱὸς ὁ τοῦ θεοῦ, πῶς πρὸ πάντων ἐστιν ὄντων πρὸ αὐτοῦ υἱῶν; Πῶς δὲ καὶ πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος; Ἀλλ' οὔτε δεύτερος ὁ Παρά κλητος (πρὸ πάντων γὰρ ἦν) οὔτε νεώτερος ὁ υἱός («ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος») καὶ ὡς ταὐτὸν τὸ πνεῦμα καὶ Παράκλητος, οὕτως ταὐτὸν ὁ υἱὸς καὶ λόγος· καὶ ὥς φησιν ὁ σωτὴρ περὶ τοῦ πνεύ ματος· «ὁ δὲ Παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου», ταὐτὸν λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος λέγει· «καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός». Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ τὴν ταυτότητα ἀπήγγειλεν. Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἓν καὶ ταὐτόν, οὕτως οὐκ ἄλλος λόγος, καὶ ἄλλος υἱός, ἀλλ' ὁ λόγος μονογενής ἐστιν. ∆όξαν γὰρ οὐκ αὐτῆς εἶπε τῆς σαρκός, ἀλλ' αὐτοῦ τοῦ λόγου. Ὁ τοίνυν τολμῶν διαιρεῖν λόγον καὶ υἱὸν διαιρείτω καὶ πνεῦμα καὶ Παρά κλητον. Εἰ δὲ ἀδιαίρετον τὸ πνεῦμα, ἀδιαίρετος καὶ ὁ λόγος, ὁ αὐτὸς ὢν υἱὸς καὶ σοφία καὶ δύναμις. Τὸ δὲ ἀγαπητὸν καὶ Ἕλληνες ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν «μονογενής». Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσσέως μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας. «Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα Ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν, Μοῦνος ἐὼν ἀγαπητός; Ὃ δ' ὤλετο τηλόθι πάτρης ∆ιογενὴς Ὀδυσεύς, ἀλλογνώτων ἐνὶ δήμῳ.» Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ἀγαπητὸς λέγεται. 30 Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως διαιροῦντες τὸν λόγον ἀπὸ τοῦ υἱοῦ φάσκουσι τὸν μὲν υἱὸν εἶναι τὸν Χριστόν, τὸν δὲ λόγον ἄλλον εἶναι. Καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν Πράξεων· ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται. Ἔστι δὲ τοῦτο· «Τὸν λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ. Οὗτός ἐστι πάντων κύριος». Φασὶ γάρ, ὡς τοῦ λόγου διὰ Χριστοῦ λαλήσαντος, ὣς καὶ ἐπὶ τῶν προφητῶν·» τάδε λέγει κύριος», ἄλλος μὲν ἦν ὁ προφήτης, ἄλλος δὲ ὁ κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους· «Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλ' αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ βεβαιοῖ τοὺς ἀπεκδεχομένους, οὕτως τὸν λόγον ἀπέστειλεν ὁ πατὴρ σάρκα γενό μενον, ἵνα δι' ἑαυτοῦ ἄνθρωπος γενόμενος κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει· «οὗτός ἐστι πάντων κύριος». Κύριος δὲ πάντων ὁ

14