Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωσεῖ». Ἰδοὺ τοίνυν ἐνταῦθα καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως ὡς περὶ ἑτέρου Μωσέως αὐτὸς Μωσῆς λέγων ἐστίν· «καθάπερ ἐνετείλατο κύριος τῷ Μωσεῖ». Οὕτως τοίνυν καὶ περὶ τοῦ θείου λόγου, ἐὰν λέγῃ ὁ μακάριος Πέτρος, ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ Χριστοῦ, οὐ χρὴ ἕτερον μὲν τὸν λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς θείαν αὐτοῦ καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ καὶ νοοῖτο διχῶς, ἀλλ' οὐχ ὡς τοῦ λόγου κεχωρισμένου, κατὰ τὸν θεσπέσιον Ἰωάννην· «καὶ ὁ λόγος σὰρξ ἐγένετο», εἰρηκότα, «καὶ ἐσκήνωσεν ἐν ἡμῖν». Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον πρὸς τοῦ μακαρίου Πέτρου κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ Σαμοσατέως ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. Χριστὸς γὰρ τὸ συναμ φότερον νοεῖται παρὰ τῇ θείᾳ γραφῇ, ὡς ὅταν λέγῃ· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». Εἰ τοίνυν λέγει ὁ Πέτρος «τὸν λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς Ἰσραήλ», τοῦτο σημαίνων νοείσθω, τὸν λόγον σαρκωθέντα τοῖς υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵν' ᾖ συνᾴδων τῷ «καὶ ὁ λόγος σὰρξ ἐγένετο». Εἰ δὲ ἑτέρως ἐκεῖνο νοοῦσι καὶ τὸν λόγον μέν, καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα, ᾧ καὶ ἡνῶσθαι πιστεύεται, ἄνθρωπον ἀπ' αὐτοῦ χωρίζουσι λέγοντες «διὰ Ἰησοῦ Χριστοῦ» αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ ἐνταῦθα χωρίζοντες τῆς θείας σαρκώσεως θεῖον νοοῦσι, σμικρύνουσιν ἄρα ἀκούοντες αὐτὸν σάρκα γεγενῆσθαι καὶ τὰ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι, τροπὴν τοῦ λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες. 32 Ἀλλ' οὐκ ἔστι τοῦτο· μὴ γένοιτο! Ὃν τρόπον γὰρ ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, «κατα ποθέντος τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς» καὶ αὐτοζωῆς ὄντος, καθ' ἃ πρὸς τὴν Μάρθαν αὐτὸς «ἐγώ εἰμι ἡ ζωὴ» λέγων, οὕτως καὶ ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ «διὰ Ἰησοῦ Χριστοῦ» ἀπεστάλθαι τὸν λόγον, τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ ἀκούων τις τὸ «ὁ λόγος σὰρξ ἐγένετο» οὐκ ἂν νομίσοι μηκέτι οὖν εἶναι λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται, οὕτως καὶ λόγον ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ τὸ πρὸς αὐτὴν τὴν θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν τὴν ἑνότητα τοῦ θείου λόγου καὶ ἀνθρώπου δείξειεν. Φησὶ γάρ· «πνεῦμα ἅγιον ἐπελεύ σεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν λόγον χωρίζουσι σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ ἄρα ἀπεστάλη δι' αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ λέγων· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη». 33 Ἔθος δὲ τοῦτο τῇ γραφῇ ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις ἐκφράζειν· οὕτως γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· «εἶπε» γάρ, φησι, «Μωσῆς τῷ Ῥαγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῆ». Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς ὁ Ῥαγουήλ, ἀλλ' εἷς ἦν ὁ Μωσῆς. Εἰ γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ σοφία ὁμοίως χρηματίζει καὶ δύναμις καὶ δεξιὰ καὶ βραχίων καὶ ὅσα τοιαῦτα (ἥνωται δὲ φιλανθρώπως ἡμῖν τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος καὶ ταύτῃ ἀνακραθείς), ἄρα αὐτὸς ὁ λόγος καὶ τὰ λοιπὰ εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην» ἐν ἀρχῇ μὲν εἶναι τὸν λόγον, καὶ τοῦτον πρὸς τὸν θεόν, καὶ αὐτὸν θεόν, καὶ πάντα δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδέν», πλάσμα τοῦ θεοῦ λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν ὑπάρχειν. Εἰ τοίνυν τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος πάλιν ἀνα καινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς

15