Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέγον τες αὐτὸν τὸν λόγον τότε υἱὸν γεγενῆσθαι, ὅτε ἐνηνθρώπησεν. Ἀπὸ γὰρ λόγου, φασίν, γέγονεν υἱὸς οὐκ ὢν πρότερον υἱός, ἀλλὰ λόγος μόνον. Στωϊκὰ μὲν οὖν ἀμφότερα, τό τε πλατύνεσθαι λέγειν τὸν θεόν, καὶ ἀρνεῖσθαι τὸν υἱόν. Κατὰ περιττὸν δὲ ἀνόητον, ὅτι ὀνομάζοντες λόγον ἀρνοῦνται αὐτὸν υἱὸν εἶναι. Εἰ μὲν γὰρ οὐκ ἔστιν ἐκ τοῦ θεοῦ ὁ λόγος, εἰκότως ἂν αὐτὸν ἀρνοῖντο εἶναι υἱόν. Εἰ δὲ ἐκ τοῦ θεοῦ ἐστιν, διὰ τί μὴ συνορῶσιν, ὅτι τὸ ἔκ τινος ὑπάρχον υἱός ἐστιν ἐκείνου, ἐξ οὗ καὶ ἔστιν; Εἶτα εἰ τοῦ λόγου πατήρ ἐστιν ὁ θεός, διὰ τί μὴ καὶ ὁ λόγος υἱὸς ἂν εἴη τοῦ ἑαυτοῦ πατρός; Πατὴρ γάρ τίς ἐστι καὶ λέγεται, οὗ ἐστιν ὁ υἱός· καὶ υἱός τίς ἐστι καὶ λέγεται ἐκείνου, οὗ ἐστιν ὁ πατήρ. Εἰ τοίνυν τοῦ Χριστοῦ οὐκ ἔστι πατὴρ ὁ θεός, οὐδὲ ὁ λόγος υἱὸς ἂν εἴη· εἰ δὲ πατὴρ ὁ θεός, εἰκότως ἂν εἴη καὶ ὁ λόγος υἱός. Εἰ δὲ ὕστερον μὲν πατὴρ καὶ πρῶτον θεός· Ἀρειανῶν μὲν τὸ φρόνημα· ἔπειτα ἄτοπον μεταβάλλεσθαι τὸν θεόν· σωματικὸν γάρ. Εἰ δὲ ὥσπερ ἐπὶ τῆς κτίσεως ὕστερον ποιη τής, ἰστέον, ὅτι τῶν γινομένων ὕστερόν ἐστιν ἡ μεταβολή, οὐχὶ τοῦ θεοῦ. 16 Εἰ μὲν οὖν ποίημα καὶ ὁ υἱός, καλῶς ἂν ὕστερον πα τὴρ καὶ ἐπ' αὐτοῦ· εἰ δὲ οὐ ποίημα ὁ υἱός, ἀεὶ ἄρα ὁ πατήρ, ἀεὶ καὶ ὁ υἱός. Εἰ δὲ ἀεὶ ὁ υἱός, αὐτὸς ἂν εἴη ὁ λόγος. Εἰ γὰρ μὴ υἱὸς εἴη ὁ λόγος, καὶ τοῦτό τις ἀποτολμῶν εἴποι, ἢ τὸν λόγον πατέρα λέγει ἢ τὸν υἱὸν κρείττονα τοῦ λόγου. Τοῦ γὰρ υἱοῦ ἐν κόλποις ὄντος τοῦ πατρὸς ἀνάγκη ἢ μὴ εἶναι πρὸ υἱοῦ τὸν λόγον -οὐδὲν γάρ ἐστι πρὸ τοῦ ὄντος ἐν τῷ πατρί-, ἢ εἰ ὁ λόγος ἄλλος ἐστὶ παρὰ τὸν υἱόν, ὁ λόγος ἂν εἴη ὁ πατήρ, ἐν ᾧ ἐστι ὁ υἱός. Εἰ δὲ οὐκ ἔστιν ὁ λόγος πατήρ, ἀλλὰ λόγος, ἐκτὸς ἂν εἴη ὁ λόγος τοῦ πατρὸς ὄντος τοῦ υἱοῦ ἐν τοῖς κόλποις τοῦ πατρός. Οὐ γὰρ ἀμφότερα, ὅ τε λόγος καὶ ὁ υἱός, ἐν τοῖς κόλποις, ἀλλ' ἕνα εἶναι δεῖ καὶ τοῦτον τὸν υἱόν, ὅς ἐστι μονογενής. Καὶ πάλιν, εἰ ἄλλος ἐστὶν ὁ λόγος καὶ ἄλλος ὁ υἱός, κρείττων εὑρεθήσεται ὁ υἱὸς τοῦ λόγου· «οὐδεὶς γὰρ γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός», οὐχ ὁ λόγος. Ἢ τοίνυν οὐκ οἶδεν ὁ λόγος, ἢ εἰ οἶδεν, ψεῦδος τὸ «οὐ δεὶς γινώσκει». Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Υἱοῦ γάρ εἰσι φωναί, καὶ οὐ λόγου κατ' αὐτούς. ∆ῆλον δὲ ἀπὸ τῶν εὐαγγελίων. Κατὰ γὰρ τὸν Ἰωάννην λέγοντος τοῦ κυρίου «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», «ἐβάστασαν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασ φημίας, καὶ ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν θεόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι ἐγὼ εἶπα· θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι; Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί». Καίτοι, ὅσον ἐκ τοῦ προφανοῦς δεῖ νοεῖν, οὐθ' ὅτι θεός εἰμι, οὐδ' ὅτι υἱὸς θεοῦ εἰμι, εἶπεν, ἀλλὰ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». 17 Οἱ μὲν οὖν Ἰουδαῖοι ἐν τῷ ἀκοῦσαι «ἕν» ἐνόμιζον κατὰ Σαβέλλιον αὐτὸν εἰρηκέναι εἶναι τὸν πατέρα. Ὁ δέ γε σωτὴρ ἡμῶν συλλογίζεται μὲν αὐτῶν τὴν ἁμαρτίαν ὅτι· εἰ καὶ θεὸν εἶπον, ἔδει ὑμᾶς εἰδέναι τὸ γεγραμμένον «ἐγὼ εἶπα· θεοί ἐστε», εἶτα τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» σαφηνίζων, ἐν τῷ «υἱῷ» τὴν πρὸς τὸν πατέρα ἑνότητα ἀποδέδωκε λέγων· «ὅτι εἶπον· υἱός εἰμι τοῦ θεοῦ». Εἰ γὰρ καὶ τῇ λέξει οὐκ εἶπεν, ἀλλὰ τὴν διάνοιαν τοῦ «ἕν ἐσμεν» ἀποδέδωκε τῷ υἱῷ. Οὐδὲν γὰρ ἓν πρὸς τὸν πατέρα, εἰ μὴ τὸ ἐξ αὐτοῦ. Τί δ' ἂν εἴη τὸ ἐξ αὐτοῦ ἢ ὁ υἱός; Ἐπιφέρει

7