Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπείρως παύεσθαι. Τὸ γὰρ πλατυνόμενον ἀπὸ στενό τητος πλατύνεται, καὶ τὸ ἐκτεινόμενον συνεσταλμένον ἐκτείνεται· καὶ αὐτὸ μὲν ἔστιν, πλέον δὲ οὐδὲν ἢ πάθος ὑπομένει. Εἰ τοίνυν ἡ μονὰς πλατυνθεῖσα γέγονε τριάς, ἡ δὲ μονάς ἐστιν ὁ πατήρ, τριὰς δὲ πατήρ, υἱός, ἅγιον πνεῦμα, πρῶτον μὲν πλατυνθεῖσα ἡ μονὰς πάθος ὑπέμεινε καὶ γέγονεν, ὅπερ οὐκ ἦν (ἐπλατύνθη γὰρ οὐκ οὖσα πλατεῖα), ἔπειτα εἰ αὐτὴ ἡ μονὰς ἐπλατύνθη εἰς τριάδα, τριὰς δέ ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ὁ αὐτὸς ἄρα πατὴρ γέγονε καὶ υἱὸς καὶ πνεῦμα κατὰ Σαβέλλιον, ἐκτὸς εἰ μὴ λεγομένη παρ' αὐτῷ μονὰς ἄλλο τί ἐστι παρὰ τὸν πατέρα. Οὐκ ἔτι οὖν πλατύνεσθαι ἔδει λέγειν, ἀλλ' ἡ μονὰς τριῶν ποιητική, ὥστε εἶναι μονάδα, εἶτα καὶ πατέρα καὶ υἱὸν καὶ πνεῦμα. Εἰ γὰρ ἐπλα τύνθη αὕτη καὶ ἐξέτεινεν ἑαυτήν, αὐτὴ ἂν εἴη, ὅπερ ἐξετάθη. Καὶ τριὰς μὲν πλατυνθεῖσα οὐκ ἔτι μονάς ἐστιν· μονὰς δὲ οὖσα οὔπω ἦν τριάς. Καὶ ὁ πατὴρ ἄρα ὢν οὔπω ἦν υἱὸς καὶ πνεῦμα· γενό μενος δὲ ταῦτα, οὐκ ἔτι πατὴρ μόνον ἐστίν. Ταῦτα δὲ καταψευδό μενος ἄν τις εἴποι τοῦ θεοῦ σῶμα καὶ παθητὸν αὐτὸν εἰσάγων· τί γάρ ἐστι πλατύνεσθαι ἢ πάθος τοῦ πλατυνομένου; Ἢ τί ἐστι τὸ πλατυνόμενον ἢ τὸ πρότερον μὴ τοιοῦτον, ἀλλὰ στενὸν τυγχάνον; ταὐτὸν γάρ ἐστι χρόνῳ μόνον διαφέρον ἑαυτοῦ. 14 Τοῦτο καὶ ὁ θεῖος γινώσκει ἀπόστολος πρὸς Κορινθίους ἐπιστέλλων· «μὴ στενοχωρεῖσθε ἐν ἡμῖν· πλατύνθητε δὲ καὶ ὑμεῖς, Κορίνθιοι». Τοὺς γὰρ αὐτοὺς ἀπὸ στενότητος εἰς πλατυσμὸν με ταβάλλειν συμβουλεύει. Ὥσπερ δὲ εἰ ἐπλατύνθησαν πάλιν Κορίν θιοι καὶ στενοχωρούμενοι οὐκ ἄλλοι ἐτύγχανον, ἀλλὰ πάλιν ἦσαν Κορίνθιοι, οὕτως εἰ ὁ πατὴρ ἐπλατύνθη εἰς τριάδα, ἡ τριὰς πάλιν ἐστὶν ὁ πατὴρ μόνος. Τὸ αὐτὸ δὲ πάλιν φησίν· «ἡ καρδία ἡμῶν πε πλάτυνται»· καὶ ὁ Νῶε λέγει· «Πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ»· ἡ αὐτὴ γὰρ καρδία καὶ ὁ αὐτὸς Ἰάφεθ ἐστὶν ἐν τῷ πλατυσμῷ. Εἰ μὲν οὖν ἡ μονὰς ἐπλάτυνεν, ἄλλοις ἂν ἐπλάτυνεν· εἰ δὲ αὐτῇ ἐπλά τυνεν, αὐτὴ ἂν εἴη, ὅπερ ἐπλατύνθη. Τί δέ ἐστιν ἢ ὁ υἱὸς καὶ πνεῦμα ἅγιον; Ἐρέσθαι δὲ αὐτὸν τοιαῦτα λέγοντα καλόν· τίς ἡ ἐνέργεια τοῦ τοιούτου πλατυσμοῦ; ἢ ὡς ἐπ' αὐτῆς ἀληθείας, διὰ τί ὅλως ἐπλατύνθη; Τὸ γὰρ μὴ μένον τὸ αὐτό, ἀλλ' ὕστερον πλα τυνόμενον, ἔχειν ἀνάγκῃ δεῖ τὴν αἰτίαν, δι' ἣν καὶ ἐπλατύνθη. Εἰ μὲν οὖν ἵνα λόγος καὶ πνεῦμα συνῇ αὐτῷ, περιττὸν τὸ λέγειν «μονάς», εἶτα «ἐπλατύνθη». Οὐ γὰρ ὕστερον λόγος καὶ πνεῦμα, ἀλλ' ἀεί, ἵνα μὴ ἄλογος ὁ θεὸς κατὰ τοὺς Ἀρειανούς. Ὥστε εἰ ἀεὶ ἦν λόγος καὶ πνεῦμα, ἀεὶ πλατεῖα καὶ οὐ πρῶτον μονάς. Εἰ δὲ ὕστερον ἐπλατύνθη, ὕστερον καὶ λόγος. Εἰ δὲ διὰ τὴν ἐνανθρώπησιν ἐπλα τύνθη καὶ γέγονε τότε τριάς, ἄρα πρὸ τῆς ἐνανθρωπήσεως οὔπω ἦν τριάς. Φανήσεται δὲ ὁ πατὴρ καὶ γεγονὼς σάρξ, εἴγε αὐτὸς μονὰς ὢν ἐν τῷ ἀνθρώπῳ ἐπλατύνθη· καὶ τάχα λοιπὸν μονὰς ἔσται καὶ σὰρξ καὶ, τὸ τρίτον, πνεῦμα, εἴγε αὐτὸς ἐπλατύνθη· ἔσται δὲ καὶ ὀνόματι μόνον τριάς. Εἰ δὲ διὰ τὸ κτίσαι ἐπλατύνθη, ἄτοπον. ∆υνατὸν γὰρ ἦν καὶ μονάδα μένουσαν αὐτὴν πάντα ποιεῖν· οὐ γὰρ ἐνδεὴς ἦν πλατυσμοῦ ἡ μονὰς οὐδὲ ἀσθενὴς ἦν πρὸ τοῦ πλατυνθῆναι. Ἄτοπον γὰρ καὶ ἀσεβὲς τοῦτό γε ἐπὶ θεοῦ νοεῖν καὶ λέγειν. Ἀκολουθήσει δὲ καὶ ἄλλο ἄτοπον. Εἰ γὰρ διὰ τὴν κτίσιν ἐπλα τύνθη, ἕως δὲ μονὰς ἦν, οὐκ ἦν ἡ κτίσις· πάλιν δὲ ἔσται μετὰ τὴν συντέλειαν μονὰς ἀπὸ πλατυσμοῦ· ἀναιρεθήσεται καὶ ἡ κτίσις. Ὥσπερ γὰρ διὰ τὸ κτίσαι ἐπλατύνθη, οὕτως παυομένου τοῦ πλα τυσμοῦ παύσεται καὶ ἡ κτίσις. 15 Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ πλατύνεσθαι λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολ μῶσι διαιρεῖν λόγον καὶ υἱὸν καὶ λέγειν ἄλλον μὲν εἶναι τὸν λόγον, ἕτερον δὲ τὸν υἱόν, καὶ πρότερον μὲν εἶναι τὸν λόγον εἶτα τὸν υἱόν, φέρε· καὶ περὶ τούτων ἴδωμεν. Ἔστι δὲ τούτων διάφορος ἡ τόλμα. Οἱ μὲν γὰρ τὸν ἄνθρωπον, ὃν ἀνέλαβεν ὁ

6