Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Καὶ τὸν πατέρα δὲ οὐχ ὁ λόγος γέγραπται γινώσκειν, ἀλλ' ὁ υἱός· ὁρᾶν δὲ τὸν πατέρα οὐχ ὁ λόγος εἴρηται, ἀλλ' ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός. 21 Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ λόγος συμβάλλεται μᾶλλον τοῦ υἱοῦ, εἴγε κατ' αὐτοὺς ἄλλος ἐστὶν ὁ υἱὸς, καὶ ἄλλος ὁ λόγος; Πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν λόγον, ἀλλ' εἰς τὸν υἱὸν πρόσταξίς ἐστιν. Φησὶ γὰρ ὁ Ἰωάννης· «ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν». Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾧ πάσης πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ εἰς λόγον, ἀλλ' εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα δίδοται. Εἴπερ οὖν κατ' αὐτοὺς ἄλλος ἐστὶν ὁ λόγος καὶ ἄλλος ὁ υἱός, καὶ οὐκ ἔστιν υἱὸς ὁ λόγος, οὐδὲν πρὸς τὸν λόγον τὸ βάπτισμα· Πῶς οὖν σύνεστιν ὁ λόγος κατ' αὐτοὺς τῷ πατρὶ οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ βαπτίσματος δόσει; Ἀλλ' ἴσως ἂν εἴποιεν. ἐν τῷ τοῦ πατρὸς ὀνόματι περιέχεται καὶ ὁ λόγος. ∆ιὰ τί οὖν οὐχὶ καὶ τὸ πνεῦμα; Ἢ ἐκτὸς τοῦ πατρὸς τὸ πνεῦμα; Καὶ ἄνθρωπος μέν, εἴπερ οὐκ ἔστιν υἱὸς ὁ λόγος, μετὰ τὸν πατέρα ὀνομάζεται, τὸ δὲ πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα κατ' αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλ' εἰς τετράδα· πατέρα καὶ λόγον καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι, εἰς ἕτερον καταφεύγουσι καί φασι μὴ τὸν ἄνθρωπον καθ' ἑαυτόν, ὃν ἐφόρησεν ὁ κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε λόγον καὶ τὸν ἄνθρωπον, εἶναι υἱόν· συνημμένα γὰρ ἀμφότερα υἱός, ὡς αὐτοὶ λέγουσιν, ὀνομάζεται. Τί τοίνυν τίνος αἴτιον, καὶ πότερος πότερον υἱὸν κατεσκεύασεν; Ἢ, ἵνα λευκότερον εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ λόγος υἱός, ἢ διὰ τὸν λόγον ἡ σὰρξ υἱὸς λέγεται; Ἢ οὐδ' ὁπότερον τούτων, ἀλλ' ἡ ἀμφοῖν σύνοδος; Εἰ μὲν οὖν ὁ λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν σάρκα εἶναι υἱόν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ τοῦ λέγειν τὸν ἄνθρωπον υἱόν. Εἰ δὲ διὰ τὸν λόγον ἡ σὰρξ υἱὸς λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ λόγος ὢν υἱὸς ἦν· Πῶς γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους μὴ ὄντα αὐτὸν υἱόν, ὄντος μάλιστα πατρός; Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, πατὴρ αὐτὸς ἂν εἴη· εἰ δὲ τῷ πατρί, ἀνάγκη αὐτὸν εἶναι υἱόν, μᾶλλον δὲ αὐτὸν εἶναι τὸν υἱόν, δι' ὃν οἱ ἄλλοι υἱοποιοῦνται. 22 Ἐπεὶ εἰ μὴ ὄντος αὐτοῦ υἱοῦ ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν ἂν εἴη ὁ θεὸς πατὴρ καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται μᾶλλον λέγων «ὁ πατήρ μου» καὶ «ἐγὼ ἐκ τοῦ πατρός»; Εἰ γὰρ κοινὸς πάντων πατήρ, οὐ μόνου αὐτοῦ πατήρ, οὐδὲ μόνος αὐτὸς ἐξῆλθεν ἐκ τοῦ πατρός. Λέγει δέ ποτε καὶ ἡμῶν αὐτὸν λέγεσθαι πατέρα διὰ τὸ αὐτὸν κεκοινωνηκέναι τῇ ἡμετέρᾳ σαρκί. ∆ιὰ τοῦτο γὰρ γέγονεν ὁ λόγος σάρξ, ἵνα, ἐπειδὴ ὁ λόγος ἐστὶν υἱός, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν υἱὸν λέγηται καὶ ἡμῶν πατήρ. «Ἀπέστειλε γάρ», φησιν, «τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον· ἀββᾶ, ὁ πατήρ». Οὐκοῦν ὁ ἐν ἡμῖν υἱὸς τὸν ἴδιον πατέρα ἐπικαλούμενος καὶ ἡμῶν αὐτῶν ποιεῖ πατέρα λέγεσθαι. Ἀμέλει ὧν οὐκ ἔστιν εἰς τὰς καρδίας ὁ υἱός, τούτων οὐδὲ πατὴρ ὁ θεὸς ἂν λεχθείη. Εἴπερ οὖν διὰ τὸν λόγον ὁ ἄνθρωπος λέγεται υἱός, ἀνάγκη πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν υἱῶν εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν λόγον υἱόν. «Υἱοὺς» γάρ, <φησιν>, «ἐγέννησα», καὶ ἐπὶ Νῶε· «ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ»· καὶ ἐν τῇ Ὠιδῇ· «οὐκ αὐτὸς οὗτός σου πατήρ»; Οὐκοῦν ἦν καὶ ὁ ἀληθῶς υἱός, δι' ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατ' ἐκείνους πάλιν οὐδ' ὁπότερον τούτων υἱός, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον, ἀνάγκη μηδ' ὁπότερον εἶναι υἱόν, φημὶ δὴ μήτε τὸν λόγον, μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, δι' ἣν καὶ συνήφθησαν· καὶ οὕτως δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις υἱὸν ποιεῖ. Οὐκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ υἱός. Τούτων δὴ λεγο μένων εἰς ἕτερον καταφεύξονται λέγοντες μὴ τὸν ἄνθρωπον εἶναι υἱόν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ

10