Oratio quarta contra Arianos

 ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υ

 Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι

 ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντ

 Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτ

 καὶ τοῦτο εἰς ἄπειρον. 13 Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπεί

 σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέ

 γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τ

 αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵ

 ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε

 τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ

 ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· κ

 δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ ∆αβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μ

 καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν». Εἰ τοίνυν τὸ γένος ∆αβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρ

 λόγος ἐστίν. 31 <Ἀπὸ τοῦ Λευιτικοῦ.> «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά

 διαμονὴν ἀτε λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ

 δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος

ἐξαλειφ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ κύριος· «πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς», καὶ πάλιν· «ὑπὲρ αὐτῶν ἐρωτῶ». Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος καὶ ἐδίδου, ἃ ἐλάμβανεν. Ἐπειδὴ οὖν συναφθέντος τοῦ λόγου τῷ ἀνθρώπῳ εἰς τὸν λόγον ἀποβλέπων ἐχαρίζετο ὁ πα τὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦτα· διὰ τοῦτο αὐτῷ τῷ λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ διδόμενά ἐστιν, ἃ δι' αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ δι' ἡμᾶς ἐνηνθρώπησεν αὐτός, οὕτως ἡμεῖς δι' αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον, εἰ ὥσπερ δι' ἡμᾶς ἐταπείνωσεν ἑαυτόν, οὕτως καὶ δι' ἡμᾶς λέγεται ὑπερυψῶσθαι. «Ἐχαρίσατο» οὖν αὐτῷ ἀντὶ τοῦ «ἡ μῖν δι' αὐτόν» καὶ «ὑπερύψωσεν» ἀντὶ τοῦ «ἡμᾶς ἐν αὐτῷ». Καὶ αὐτὸς δὲ ὁ λόγος, ἡμῶν ὑψουμένων καὶ λαμβανόντων καὶ βοη θουμένων, ὡς αὐτὸς ὑψούμενος καὶ λαμβάνων καὶ βοηθούμενος εὐχαριστεῖ τῷ πατρὶ τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων καὶ λέγων· «πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς». 8 Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται ἀρχὴν τοῦ εἶναι τῷ υἱῷ διδόντες προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βα σιλείας. Ἔστι δὲ γελοῖον. Ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ υἱῷ πρόδηλον, ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ. ὥστε ὁμολογοῦντες, ὃ ἀρνοῦνται, τυφλώττουσιν. Καὶ πάλιν οἱ λέγοντες μόνον ὄνομα εἶναι υἱοῦ, ἀνούσιον δὲ καὶ ἀνυπόστατον εἶναι τὸν υἱὸν τοῦ θεοῦ, τουτέστι τὸν λόγον τοῦ πατρός, προσποιοῦνται ἀγα νακτεῖν κατὰ τῶν λεγόντων· «ἦν ποτε, ὅτε οὐκ ἦν». Ἔστι δὲ καὶ τοῦτο γελοῖον. Οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ μὴ διδόντες ἀγανακ τοῦσι κατὰ τῶν κἂν χρόνῳ διδόντων. Καὶ οὗτοι οὖν, ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις ὁμολογοῦσιν. Πάλιν τε οἱ περὶ Εὐ σέβιον υἱὸν ὁμολογοῦντες ἀρνοῦνται αὐτὸν εἶναι φύσει λόγον, καὶ κατ' ἐπίνοιαν λόγον λέγεσθαι τὸν υἱὸν βούλονται· οἱ δὲ ἕτεροι λόγον ὁμολογοῦντες ἀρνοῦνται αὐτὸν εἶναι υἱόν, καὶ κατ' ἐπίνοιαν υἱὸν λέγεσθαι τὸν λόγον βούλονται, ἐξ ἴσου κενεμβατοῦντες. 9 «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Τὰ δύο ἓν εἶναί φατε, ἢ τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθέν, καὶ μηδέ τερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ ἓν διώ νυμον, Σαβελλίου τὸ ἐπιτήδευμα τὸν αὐτὸν υἱὸν καὶ πατέρα λέ γοντος καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν υἱός, τὸν πατέρα, ὅτε δὲ πατήρ, τὸν υἱόν. Εἰ δὲ τὰ δύο ἕν, ἀνάγκη δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα καὶ κατὰ τὸ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, καὶ ἐξ αὐτοῦ τοῦ πατρὸς εἶναι τὸν λόγον, ὥστε δύο μὲν εἶναι, ὅτι πατήρ ἐστιν καὶ υἱός, ὅ ἐστι λόγος, ἓν δέ, ὅτι εἷς θεός. Εἰ γὰρ μὴ οὕτως ἐστίν, ἔδει εἰπεῖν· «ἐγώ εἰμι ὁ πατήρ» ἢ «ἐγὼ καὶ ὁ πα τήρ εἰμι». Νῦν δὲ ἐν τῷ «ἐγὼ» τὸν υἱὸν σημαίνει, ἐν δὲ τῷ «καὶ ὁ πατὴρ» τὸν γεννήσαντα, ἐν δὲ τῷ «ἓν» τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον αὐτοῦ. Οὐ γὰρ καθ' Ἕλληνας ὁ αὐτὸς σοφὸς καὶ σο φία ἐστίν, ἢ ὁ αὐτὸς πατὴρ καὶ λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ πατέρα εἶναι. Ἡ δὲ θεία διδασκαλία οἶδε πατέρα καὶ υἱόν, καὶ σοφὸν καὶ σοφίαν, καὶ θεὸν καὶ λόγον· καθόλου μέντοι φυλάττει ἀδιαίρετον καὶ ἀδιάστατον καὶ ἀμέριστον κατὰ πάντα. 10 Ἐὰν δέ, ὅτι δύο ἐστὶν ὁ πατὴρ καὶ ὁ υἱός, ἀκούων τις δια βάλλοι, ὡς δύο θεῶν καταγγελλομένων-τοιαῦτα γάρ τινες ἑαυτοῖς ἀναπλάττονται καὶ εὐθέως γελῶσιν, ὅτι δύο θεοὺς λέγετε-λεκτέον πρὸς τοὺς τοιούτους· εἰ ὁ πατέρα καὶ υἱὸν γινώσκων δύο θεοὺς λέγει, ὥρα καὶ τὸν λέγοντα ἕνα ἀναιρεῖν τὸν υἱὸν καὶ Σαβελλίζειν. Εἰ γὰρ ὁ λέγων δύο Ἑλληνίζει, οὐκοῦν ὁ λέγων ἓν Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο! Ἀλλ' ὥσπερ ὁ λέγων πατέρα καὶ υἱὸν δύο ἕνα θεὸν λέγει, οὕτως ὁ λέγων ἕνα θεὸν δύο φρονείτω, πατέρα καὶ υἱόν, ἓν ὄντας τῇ θεότητι καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον καὶ ἀδιαίρετον καὶ ἀχώριστον εἶναι τὸν λόγον ἀπὸ τοῦ πατρός.

4