Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἔπασχεν, εἶχεν δὲ τῆς ἀφθαρσίας τὴν φύσιν ἐκ τοῦ συνοική σαντος αὐτῶι λόγου: - 11 Ἐκ τοῦ αὐτοῦ λόγου Αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριημέρωι διαστήματι νεκρὸν γενόμενον τὸ σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον. καὶ ἐδείχθη πᾶσιν ὅτι οὐκ ἀσθενείαι φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκεν τὸ σῶμα, ἀλλ' ἐπὶ τῶι τὸν θάνατον ἐξαφανισθῆ ναι ἐν αὐτῶι τῆι δυνάμει τοῦ σωτῆρος: - 12 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ Ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἐπιβάντος αὐτῶι τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο ἅτε δὴ θνη τὸν ὂν καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ χάριν καὶ ὁ σωτὴρ κατεσκεύασεν αὐτό· μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γενέσθαι. ὅθεν ἀπέθανεν μὲν ὡς θνητόν, ἀνέζησεν δὲ διὰ τὴν ἐν αὐτῶι ζωήν: - 13 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Τί ἄπιστον λέγεται παρ' ἡμῶν, εἰ πλανωμένης τῆς ἀν θρωπότητος καθίσας ὁ λόγος ἐπ' αὐτὴν ἄνθρωπος ἐπεφάνη, ἵνα χειμαζομένην αὐτὴν περισώσηι διὰ κυβερνήσεως καὶ ἀγαθότητος; 14 Καὶ μετ' ὀλίγα Ψυχῆς μὲν ἔργον ἐστὶν θεωρεῖν τὰ ἔσω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς, οὐ μὴν καὶ τὰ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνερ γεῖν ἢ τὰ τούτου μακρὰν τῆι παρουσίαι κινεῖν. οὐδέποτε γοῦν ἄνθρωπος διανοούμενος τὰ μακράν, ἤδη ταῦτα κινεῖ καὶ μετα φέρει οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῶι, ἤδη καὶ τὸν ἥλιον κινεῖ καὶ τὸν οὐρανὸν περι στρέφει, ἀλλ' ὁρᾶι μὲν κινούμενα καὶ γινόμενα, οὐ μὴν ὥστε καὶ ἐργάσασθαι, δυνατὸς τυγχάνει. οὐ δὴ τοιοῦτος ὁ τοῦ θεοῦ λόγος ἐν τῶι ἀνθρώπωι· οὐ γὰρ συνεδέδετο τῶι σώματι, ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο, ὥστε καὶ ἐν τούτωι ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανεν καὶ ἔξωθεν τῶν ὅλων ἦν καὶ ἐν μόνωι τῶι πατρί: - 15 Ἐκ τοῦ αὐτοῦ λόγου Σκόπει, παρακαλῶ, εἰ μὴ τὴν χλεύην καθ' ἑαυτῶν κινοῦν τες ἀγνοοῦσιν. τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ ἀληθεύουσι λέγοντες. ὁρῶμεν γὰρ αὐτὸν καὶ τὸ τούτου μέρος ὅτι ταῖς αἰσθήσεσιν ὑποπίπτει. εἰ τοίνυν καὶ ἐν τῶι κόσμωι σώματι ὄντι ὁ τοῦ θεοῦ λόγος ἐστὶ καὶ ἐν ὅλοις καὶ ἐν τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκεν, τί θαυ μαστὸν ἢ τί ἄτοπον, εἰ καὶ ἐν ἀνθρώπωι φαμὲν αὐτὸν ἐπι δεδημηκέναι;: - 16 Καὶ πάλιν Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως οὐκ ἄτοπον ἐν αὐ τῆι τὸν λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπωι αὐτὸν εἶναι ἄτοπον: - 17 Καὶ μετ' ὀλίγα Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπωι εἶναι τὸν λόγον καὶ πάντα ὑπ' αὐτοῦ καὶ ἐν αὐτῶι φωτίζεσθαι καὶ κι νεῖσθαι: - 18 Τοῦ αὐτοῦ Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως Ἐκ τῆς ἀπολογίας τῆς ὑπὲρ ∆ιονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείασ Ὅτε γὰρ ἔλαβεν-αἱ τοιαῦται λέξεις: - 19 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονοσ Ἀπατηθέντα γὰρ τὸν Ἀδὰμ ὑπὸ τοῦ διαβόλου παραβῆναι τὴν τοῦ πλάσαντος αὐτὸν ἐντολὴν καὶ ὑπὸ κατάραν καὶ κατοχὴν θανάτου γενόμενον ὁρῶν ὁ τοῦ παντὸς κτίστης θεὸς λόγος ἐκ τῆς ἀπογόνου τοῦ Ἀδὰμ παρθένου Μαρίας πλάσας ἑαυτῶι τὸ χωρῆσαι δυνάμενον ἄχραντον σῶμα πᾶν τὸ πλήρωμα τῆς θεό τητος σωματικῶς καὶ τὰ πάθη τὰ ἀνθρώπεια , ὑπὲρ παντὸς τοῦ κόσμου αὐτὸ ἑκουσίως παραδέδωκεν, ἵνα τόν ποτε βασι λεύοντα τοῦ θανάτου διάβολον θανατώσηι τῶι τοῦ ἰδίου σώμα τος θανάτωι: - 20 Ἐκ τοῦ αὐτοῦ λόγου Περὶ ἐνδύματοσ Αἷμα δὲ οὐκ ἐκ πνεύματος τῆς τοῦ λόγου θεότητος ἐκ πορεύεται, ἀλλ' ἐξ οὗ ἐφόρεσεν ἀνθρώπου: - 21 Ἐκ τοῦ αὐτοῦ Τὸ ἐγώ εἰμι ἡ ἄμπελος καὶ ὁ πατήρ μου μείζων μού ἐστι καὶ τὸ ἔκτισέν με καὶ ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος καὶ ὅσα ἐν τοῖς εὐαγγελίοις καὶ ἐν τοῖς προφήταις εἶπεν ταπεινὰ περὶ αὐτοῦ εἰς τὸ ὃ ἐφόρεσε

2