Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς ἡμᾶς διδάσκει τὴν θεότητα αὐτοῦ τοῦ λόγου κατανοεῖν; ἀλλ' ὃ πολλάκις εἶπον, καὶ νῦν ἐρῶ· Ἰησοῦν τὸν ἄνθρωπον τοῦ σωτῆρος τὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτὸν εἶπεν ἡμῖν κατανοεῖν: - 68 Ἐκ τοῦ αὐτοῦ λόγου Μιμηταί μου γίνεσθε , φησί, καθὼς κἀγὼ Χριστοῦ . δῆλον ὅτι τοῦ ἀνθρώπου λέγει τοῦ κειμένου θεμελίου. τῆς γὰρ θεότητος τοῦ λόγου οὔτε Παῦλος οὔτε ἕτερος τις γενέσθαι δύναται μιμητὴς εἰ μὴ ἐν τοῖς παθήμασιν καὶ πραύτητι τοῦ Χριστοῦ, περὶ ὧν ὁ Πέτρος λέγει ἐπακολουθεῖν ἡμᾶς τοῖς ἴχνεσιν αὐτοῦ, καθὼς καὶ ὁ Παῦλος εἶπεν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἀναπληροῦν ἐν τῆι ἰδίαι σαρκί. ἀναντιρρή τως οὖν ὁ πρὸ τοῦ αἰῶνος θεμελιωθεὶς εἰς τὰ ἀπόκρυφα τῆς πατρώιας διανοίας ἐν προγνώσει ἦν ὃν ἔμελλεν ἐκ Μαρίας κυριακὸν ἄνθρωπον κτίζειν: - 69 Τοῦ αὐτοῦ ἁγίου ἐκ τοῦ αὐτοῦ λόγου Περὶ δὲ τὸ κυριακὸν σῶμα φανερῶς προεφητεύθη τῶι Ἰούδαι· ἐκ σοῦ ἐξελεύσεταί μοι ἡγούμενος καὶ ἡ ἀρχὴ αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος , καίπερ ἐπὶ συντελείαι τῶν αἰώνων ἐκ φυλῆς Ἰούδα ἀνείληφεν ὁ θεὸς λόγος τὸν ἄνθρωπον: - 70 Ἐκ τοῦ αὐτοῦ λόγου Ὅταν , φησίν, ὑποταγῆι αὐτῶι τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι ὑποτάξαντι αὐτῶι τὰ πάντα. ζητήσωμεν τοίνυν τίς ἐστιν ὁ μὴ ὑποτασσόμενος τῶι θεῶι εἰ μὴ πρότερον τὰ πάντα αὐτῶι ὑποταγῆι. τί γὰρ οὐκ εἶχεν ὑποτεταγμένον ὁ ἐκ πατρὸς λόγος πρὶν τῆς δι' οὗ ἐφόρε σεν ἀνθρώπου δι' ἡμᾶς οἰκονομίας; πάντα γὰρ τὰ ποιήματα τῶι πεποιηκότι ὑποτάσσεται. τῶι δὲ ἀναληφθέντι ἀνθρώπωι ἕως νῦν οὐ τὰ πάντα ὑποτέτακται· φησὶν γὰρ ὁ Παῦλος· οὔπω βλέπομεν αὐτῶι τὰ πάντα ὑποτεταγμένα . τοῖς γὰρ Ἰουδαίοις σκάνδαλόν ἐστιν, ἔθνεσιν δὲ μωρία, ἡμῖν δὲ τοῖς εἰς αὐτὸν πιστεύουσιν Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. ὅταν τοίνυν πᾶσα ἡ κτίσις ἐν νεφέλαις ἀπαντήσηι τῶι υἱῶι καὶ ὑποταγῆι αὐτῶι, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι πατρί, ὑπὲρ πάσης κτίσεως γενόμενος πιστὸς ἀπόστολος καὶ ἀρχιερεύς, ἵνα ἦι ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, τουτέστιν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία κυριότης καὶ θεότης καὶ βασιλεία. ἐὰν δέ τις λέγηι ὅτι οὐ τὸν Ἰησοῦν εἶπεν ὑποτασσόμενον, ἀλλὰ τὸν υἱόν, ἀκουσάτω ὅτι Ἰησοῦς ὁ υἱὸς τοῦ θεοῦ ἐχρημάτισεν καὶ ἔστιν διὰ τὸν ἐν αὐτῶι κρυβέντα λόγον: - 71 Ἐκ τοῦ αὐτοῦ λόγου Ὡς ὁ Λουκᾶς γενεαλογῶν εἶπεν ἦν δὲ Ἰησοῦς ἀρχό μενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, τοῦ Ἰωσήφ , καὶ διελθὼν τοὺς ἐφεξῆς γενεαλογουμένους μέχρις ἐπὶ τὸν Ἀδὰμ εἶπεν τοῦ Ἀδὰμ τοῦ θεοῦ , ἵνα δείξηι καὶ τὸ ὃ ἐκ τοῦ Ἀδὰμ ἐφόρεσεν σῶμα καὶ τὴν ἐκ τοῦ πατρὸς θεότητα: - 72 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Ἔστιν δὲ ἓν τῶν πάντων ὧν ἐν τῶι υἱῶι ἐργάζεται καὶ δεικνύει ὁ πατήρ, τὸ γινώσκειν τὴν ἡμέραν καὶ ὥραν τῆς κρί σεως αὐτῶι τε καὶ πᾶσαν τὴν κρίσιν παραδέδωκεν, ἵνα καθὼς τιμῶσι τὸν πατέρα, τιμῶσι καὶ τὸν υἱόν. εἰ δὲ τὴν κρίσιν αὐτῶι πᾶσαν παραδέδωκεν ποιεῖσθαι, δῆλον ὅτι καὶ τὴν γνῶ σιν αὐτῆς πότε καὶ πῶς γίνεται. ὁ γοῦν μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως ὁ ἐκ τῆς Μαρίας γεννηθείς ἐστιν Ἰησοῦς· οὐδὲν γὰρ ἀγνοεῖ ὁ ἐκ καρδίας τοῦ πατρὸς θεὸς λόγος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν: - 73 Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ τοίνυν λέγει ὁ Ἰησοῦς· ὁ πατήρ μου μείζων μού ἐστιν , λέγει δὲ καὶ ἴσον ἑαυτὸν τῶι θεῶι, μάθωμεν διὰ τί καὶ μείζονα λέγει τὸν πατέρα ἑαυτοῦ καὶ ἴσον. μείζων ἐστιν τοῦ υἱοῦ διὰ τὸ σῶμα ὃ ἐφόρεσεν παθητόν, ἴσος δὲ καθ' ὅτι ὅλος ὅλον τέλειον ἐγέννησεν ὁ πατὴρ ἀιδίως τὸν υἱόν: - 74 Ἐκ τοῦ αὐτοῦ λόγου Ὡς καὶ ὁ Ἔσδρας προφητεύει ἐκ προσώπου τοῦ Ζορο βάβελ λέγων περὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ζῆι ἡ ἀλήθεια καὶ νικᾶι καὶ

10