Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑτέρας κτίσεις ἀοράτους. κἂν γὰρ λέγηι Ἀμβακοὺμ ὁ προφήτης κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ἔργα λέγει κατενόησα καὶ οὐ τὸν τῶν ἔργων ποιητὴν καὶ ὁ ἀπόστολος τὸ φαινόμενον τοῦ κυρίου σῶμα λέγει κατανοεῖν, οὐ τὴν ἀόρατον τοῦ λόγον θεό τητα. θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε οὔτε ἰδεῖν δύναται, καίπερ θεὸς ἦν ὁ λόγος καὶ ἔστιν, ὥς φησιν ὁ θεο λόγος Ἰωάννης. ὃν τοίνυν κατανοεῖν ἀκούομεν ἄνθρωπον Χριστὸν Ἰησοῦν, ὃς δέδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν λέγει ἀπόστολον καὶ ἀρχερέα πιστὸν ὄντα, τὸ ποίημα νοεῖν λέ γει· πάντα οὖν ἐκτίσθησαν, κτίσμα δὲ οὔκ ἐστιν ὁ τοῦ θεοῦ λόγος, ὅς ἐστιν υἱός, ἀλλὰ γέννημα κατὰ φύσιν. τὰ γὰρ πάντα ὁ πατὴρ διὰ τοῦ λόγου ἔκτισεν, ὥς φησιν ὁ Παῦλος, ἐν ὧι τὰ πάντα ἐκτίσθησαν, καὶ ὡς ὁ Ἰωάννης λέγει, πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν , αὐτὸν δὲ τὸν λόγον οὐ κτίζει, ἀλλὰ γεννᾶι. δι' αὐτοῦ γὰρ τοῦ λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη, οὐκ αὐτὸς δὲ ἐγένετο, ἀλλ' ὅνπερ δι' ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γεγονότα καὶ κτισθέντα, δηλοῦσιν αἱ γραφαί:- 64 Ἐκ τοῦ αὐτοῦ λόγου Φησὶν γὰρ ὁ κύριος· πᾶν κλῆμα τὸ μένον ἐν ἐμοὶ καρπὸν φέρει. καὶ ἐν ὧι ἐφόρεσεν ἀνθρώπωι ἐκ τοῦ γηγενοῦς Ἀδάμ, ζωοποιήσει τὸ ἐκ τοῦ Ἀδὰμ γένος, θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι , ὡς ὁ Πέτρος γράφει ὅτι σαρκὶ θανατωθέντα αὐτὸν ὑπὲρ ἡμῶν λέγει καὶ οὐ τῆι ἀθανάτωι ζωοποιῶι θεότητι. φησὶν γὰρ ὁ κύριος ἐγώ εἰμι ἡ ζωή · ἡ γοῦν ζωὴ οὐκ ἀποθνήισκει, τοὺς νεκροὺς δὲ μᾶλλον ζωοποιεῖ. ὡς γὰρ τὸ φῶς οὐ βλάπτεται ἐν σκοτεινῶι τόπωι, οὐδὲ ἡ ζωὴ παθεῖν τι δύναται ἐπισκεψαμένη τὴν θνητὴν φύσιν. ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἡ τοῦ λόγου θεότης: - 65 Ἐκ τοῦ αὐτοῦ λόγου Τίς γάρ φησιν, ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν ; μόνος ὁ υἱὸς σύμβουλός ἐστιν τοῦ πατρὸς καὶ τὸν νοῦν αὐτοῦ ἔγνω ὁ λέγων οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ πατὴρ καὶ ὧι ἐὰν ὁ υἱὸς ἀποκαλύψηι . λέγει τοίνυν καὶ Ἰωάννης περὶ τοῦ κυ ρίου· ὅταν φανερωθῆι, ὅμοιοι αὐτῶι ἐσόμεθα καὶ ὀψό μεθα αὐτὸν καθὼς ἔστιν . ὅρα ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστιν, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι' ἡμᾶς ἄνθρωπον, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν , ὃν καὶ Στέφανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώ που ἐκ δεξιῶν ἑστῶτα τῆς δυνάμεως τοῦ θεοῦ . οὐκ εἶ πεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ τῆς Μαρίας κυριακὸν σῶμα, ὃ καὶ Παῦλος λέγει· ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ · περὶ οὗ σώματος ὁ ∆αυίδ φησιν ἐκ προσώπου τοῦ πατρὸς προφητικῶς· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου , οὓς προεγίνωσκεν ἐχθροὺς ἐσομένους, τὸν διάβολον καὶ τὰς συνεργούσας αὐτῶι ἀντικειμένας ἐνεργείας, αἵτινες ἤχθρευον τῶι κυριακῶι ἀνθρώπωι γινώσκουσαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας ἑαυτὰς καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον καὶ τοὺς ἐχθρεύσαντας αὐτῶι Ἰουδαίους, εἰς οὓς τὸ γεγραμμένον πληροῦται ὅτι ἐμίση σάν με δωρεάν , ἀνθ' ὧν τὰ πρὸς ὠφέλειαν διδασκόμενοι μαστίζειν καὶ σταυροῦν ἐτόλμων, Σαμαρείτην αὐτὸν καὶ δαι μονιζόμενον καὶ ἄνθρωπον ἁμαρτωλὸν λέγοντες, καίτοι δι' αὐτοῦ τῆς ἁμαρτίας κατακριθείσης. εἰς ὃν γέγραπται· ὄψονται εἰς ὃν ἐξεκέντησαν , ὅνπερ ἐν τῆι κρίσει ὁρῶντες κρίνοντα ζῶντας καὶ νεκρούς, ὥς φησιν Ἰωάννης περὶ τοῦ κυρίου, καθὼς ἔδωκεν αὐτῶι κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν ,

8