Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομένην ἀλήθειαν τουτέστιν τὸν λόγον τοῦ πατρός, συγκατέβαινεν μὲν ἡ ἀλήθεια τῶι ὑπὲρ ἡμῶν ἀποθανόντι Ἰησοῦ εἰς τὴν καρδίαν τῆς γῆς, ἵνα τοὺς ὑπὸ τοῦ ψεύδους ἀπατηθέντας αὐτὸς ἀλήθεια ὢν ἐλευ θερώσηι, ὃν δὲ τρόπον εἴ τις βασιλεὺς ἐν φυλακῆι ἐπισκέψασθαι τοὺς ἐκεῖσε κατεχομένους δεσμώτας εἰσελθὼν βλάπτεται μὲν οὐδέν, ὠφελεῖ δὲ τοὺς ὑπὸ κατοχὴν τυγχάνοντας, οὕτως ὁ θεὸς λόγος οὐδὲν βλαπτόμενος δι' οὗ ἐφόρεσεν ὑπὲρ ἡμῶν θνητοῦ σώματος ὠφέλησεν τοὺς ἐν τῆι τοῦ ἅιδου φυλακῆι ἐν τῶι πνεύ ματι τῆς θεότητος: - 75 Ἐκ τοῦ αὐτοῦ λόγου Εὐλογῶν δὲ ὁ Ἰακὼβ τὸν Ἰούδαν, ἐξ οὗ ὁ κύριος ἔμελλεν τὸ ἀνθρώπινον ἀναδέχεσθαι σῶμα, λέγει· πλυνεῖ ἐν οἴνωι τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ . καὶ τοῦτο κατὰ τὴν ἱστορίαν οὐ πεποίηκεν· οὐδὲ γὰρ ἐν οἴνωι ἔπλυνεν τὴν ἑαυτοῦ στολήν. τί δὲ μετὰ τὸ εἰπεῖν αὐτὸν οἴνωι πλυνεῖν τὴν στολὴν αὐτοῦ λέγει καὶ ἐν αἵ ματι σταφυλῆς ; μὴ ἕτερός ἐστιν ὁ οἶνος καὶ ἕτερον αἷμα στα φυλῆς; μᾶλλον ἡμῶν οἶδεν Ἡσαίας λέγων τὸ ἔνδυμα αὐτοῦ ὡς ἀπὸ πατήματος ληνοῦ, πλήρης καταπεπατημένης . ὃ τοίνυν ἔνδυμα τὸ ἐν οἴνωι καὶ ἐν αἵματι σταφυλῆς προφητεύει πλυνόμενον, οὐ χιτών ἐστιν ὃν πλύνει ὁ χειροτέχνης· ἄλογον γὰρ καὶ ἄτακτον ἐν οἴνωι τὸ ἱμάτιον πλύνειν αὐτόν, ὃ μηδὲ τῶν ἀφρόνων τις ἀνθρώπων δείκνυται πεποιηκώς· ἐπειδὴ δὲ προεγίνωσκεν ἐκ τοῦ ἁγίου πνεύματος μέλλοντα τὸν τοῦ θεοῦ υἱὸν φορεῖν σῶμα δι' ἡμᾶς ἐκ τοῦ Ἰουδαικοῦ λαοῦ τοῦ χρηματίζοντος ἀμπέλου καὶ ἀμπελῶνος, διὰ τοῦτο εἶπεν· ἐκ βλα στοῦ ἀνέβης, υἱέ μου Ἰούδα, καὶ τὸ πλύνειν ἐν αἵματι τὴν στολὴν τὸ πλύνειν ἐν τῶι ἰδίωι αἵματι τὸ σῶμα τῆς περιβολῆς δηλοῖ, δι' οὗ σώματος καὶ αἵματος ἀποπλύνας τὰς ἁμαρτίας τῶν ἀνθρώπων πάντας αὐτοὺς ἐν τῶι ἰδίωι σώματι ἐνεδύσατο: - 76 Καὶ πάλιν Ἐντεῦθεν τοίνυν ἐντρεπέσθωσαν οἱ διορίζοντες τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ὥσπερ τὴν ἄμπελον ἀπὸ τοῦ γεωργοῦ, πληροφορούμενοι ἐκ τῶν γραφῶν εἰς τὸ σῶμα τοῦ κυρίου τὴν παρα βολὴν λελέχθαι καὶ οὐκ εἰς τὴν θεότητα. ἐπιτελῶν γὰρ τὸ ἅγιον μυστήριον εὐλογήσας εἶπεν· πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μού ἐστιν τὸ αἷμα τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον . καίπερ οὐκ αἷμα τοῦ κυρίου ἐστὶν ὁ οἶνος, ἀλλὰ τῆς ἀμπέλου, δι' ὃ εἶπεν ὁ κύριος περὶ τοῦ ἰδίου σώματος· ἐγώ εἰμι ἡ ἄμπελος . αἷμα δὲ οὐκ ἐκ τοῦ πνεύματος τῆς τοῦ λόγου θεότητος ἐκπορεύεται, ἀλλ' ἐξ οὗ ἐφόρεσεν ἀνθρώπου: - 77 Καὶ μετ' ὀλίγα Φησὶν ὁ θεὸς διὰ τοῦ προφήτου Ἱεζεκιήλ· ὦ ποιμένες ποιμένες, μὴ ἑαυτοὺς βόσκουσιν οἱ ποιμένες, οὐχὶ τὰ πρόβατα; ὑμεῖς δὲ τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, τὸ ἀσθενὲς οὐκ ἐσωματοποιήσατε, τὸ χωλὸν οὐ κατε δήσατε, ἀλλὰ καὶ τὸ ἰσχῦον κατειργάσασθε μόχθωι. διὰ τοῦτο ἀναστήσω ἐμαυτῶι ποιμένα πιστὸν τὸν δοῦλόν μου τὸν ∆αυὶδ καὶ ἔσται ποιμὴν καὶ ἄρχων εἰς τὸν αἰῶνα. ἡνίκα δὲ Ἱεζεκιὴλ ταῦτα ἐπροφήτευσεν ἐν Βαβυλῶνι, πρὸ δεκατεσσάρων γενεῶν ἦν ∆αυὶδ κοιμηθείς, τὸν δὲ κυριακὸν ἄνθρωπον ἐπροφήτευσεν ἐκ σπέρματος ∆αυὶδ ἐγειρόμενον, περὶ οὗ Παῦλος Τιμοθέωι γρά φει· μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα : - 78 Ἐκ τοῦ αὐτοῦ λόγου Οὐ βουλόμενοι παιδεύεσθαι οἱ σαρκόφρονες παρὰ τῶν πνευματικῶν πεπληροφορημένων τὴν τῶν γραφῶν ἐπίγνωσιν, ἀλλὰ καὶ τοὺς ἀκεραιοτέρους δοκοῦντες διδάσκειν εἰς βόθρον ἕλκουσιν (ἐφ' οἷς πληροῦται τὸ γεγραμμένον· τυφλὸς τυφλὸν ὁ δηγῶν ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται, ὅ ἐστιν εἰς τὸν ἅι δην, τυφλὸς δὲ κατὰ τὴν ἱστορίαν τυφλὸν ὁδηγῆσαι οὐ δύναται, ἀλλὰ

11