Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τὸ τοῦ κυρίου σῶμα τὸ γραφὲν διὰ τοῦ ∆αυὶδ κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου . πρὸ γὰρ τῆσδε τῆς διὰ ∆αυὶδ προφητείας ἐν κόλποις τοῦ πατρὸς ἦν ὁ λόγος· οὐκ εἶχεν ἐχθροὺς ἐν οὐρανῶι. οὐδεὶς γὰρ ἦν σὺν τῶι πατρὶ πρὸ κτίσεως, εἰ μὴ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· ὁ πατὴρ γὰρ διὰ τοῦ υἱοῦ ἐποίησεν τοὺς ἀπείρους αἰῶνας ἀρχάς τε καὶ ἐξουσίας καὶ πᾶσαν κτίσιν. ὁ τοίνυν πρὸς μηδένα ἔχων κοι νὸν κτῆμα ἢ χρῆμα, ἀλλὰ πάντων κύριος ὢν θεὸς λόγος, ὧι οὐδεὶς δύναται ἀντιστῆναι, πῶς εἶχεν ἐχθρούς; οἱ γὰρ τὴν θεότητα τοῦ λόγου ἐλαττοῦντες ὡς μὴ δυναμένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου · τοῦτο δὲ κἂν νῦν γινωσκέτωσαν οἱ ἀπαίδευτοι εἰς τὸν κατὰ τὸν σωτῆρα νοούμενον ἄνθρωπον γεγράφθαι. ἐν γὰρ τῶι αὐτῶι ∆αυὶδ γέγραπται περὶ τοῦ κυριακοῦ ἀνθρώπου· ἐχθρὸς οὐκ ὠφελήσει ἐν σοί, καὶ πάλιν· μάστιξ οὐκ ἐγγιεῖ τῶι σκηνώματί σου : - 66 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Κύριος , φησίν, ἐν τῶι οὐρανῶι ἡτοίμασεν τὸν θρόνον αὐτοῦ . ἕτερόν ἐστιν ὁ οὐρανός μοι θρόνος καὶ ἕτερόν ἐστιν ἑτοιμάζεσθαι θρόνον ἐν τῶι οὐρανῶι ὡς ἐπὶ τόπου τινός. πολὺς μὲν ὁ περὶ τούτων λόγος ἐπὶ τοῦ παρόντος εἰς διήγησιν, οἱ δὲ προδεδηλωμένοι θρόνοι δηλοῦσιν τὴν ὑποταγὴν πάσης κτίσεως. ταῦτα δὲ προεθέμεθα περὶ τοῦ κάθου ἐκ δεξιῶν μου , ὅτι εἰς τὸν κυριακὸν ἄνθρωπον λέλεκται. εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος , ὥς φησιν Ἱερεμίας, πάντα δὲ χωρεῖ ὁ θεός, ὑπ' οὐδενὸς δὲ χωρεῖ ται, εἰς ποῖον καθέζεται θρόνον; τὸ σῶμα τοίνυν ἐστὶν ὧι λέγει κάθου ἐκ δεξιῶν μου , οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διά βολος σὺν ταῖς πονηραῖς δυνάμεσιν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, δι' οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονεν καὶ ἐχρημάτι σεν, δι' οὗ παρέδωκεν ἡμῖν μυστήριον λέγων· τοῦτό ἐστιν μου τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ τὸ αἷμα τῆς καινῆς διαθήκης, οὐ τῆς παλαιᾶς, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. θεότης δὲ οὔτε σῶμα οὔτε αἷμα ἔχει, ἀλλ' ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρω πον, αἴτιος τούτων γέγονεν, περὶ οὗ εἶπαν οἱ ἀπόστολοι· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ἡμᾶς . Ναζαρὲθ πόλιν ἐπίγειον λέγει καὶ οὐχὶ οὐράνιον ἄνδρα τε αὐτόν φασιν καὶ οὐ θεὸν πρὸς τοὺς Ἰουδαίους καὶ τοὺς ὁμοίως αὐτοῖς κατὰ σάρκα φρονοῦντας ἔκτοτε καὶ νῦν καὶ οἱ ἀπόστολοι. καὶ αὐτὸς ὁ κύριος περὶ ἑαυτοῦ ἀνθρωπίνως ἀπεκρίνατο λέγων· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρω πον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ; οὐκ εἶπεν ζητεῖτε με ἀποκτεῖναι θεὸν ὄντα· θεὸς γὰρ ἀπαθὴς καὶ ἀθάνατος ὢν τὸν μὲν θάνατον καταργεῖ, τοὺς δὲ νεκροὺς ζωοποιεῖ, λέγων· ἐγώ εἰμι ἡ ζωή . πρὸς δὲ Φίλιππον ἅμα τῶι ἀκοῦσαι πιστεύοντα διδάσκει σὺν τοῖς λοιποῖς ἀποστόλοις καὶ τοῖς δυναμένοις ὁ μοίως πνευματικῶς χωρῆσαι λέγων· ὁ ἑωρακὼς ἐμὲ ἑώρα κεν τὸν πατέρα· ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν καὶ ἐγὼ ἐν τῶι πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί : - 67 Ἐκ τοῦ αὐτοῦ λόγου Ἔχεις τοίνυν ἐξ αὐτῆς τῆς τῶν γραφῶν ἀποδείξεως τὸν ἄνθρωπον τοῦ σωτῆρος, ὃν κατανοεῖν διδασκόμεθα, αὐτὸν εἶναι ποίημα· οὐ γὰρ τὴν ἀόρατον θεότητα τοῦ λόγου τὴν ἐν κόλποις πατρώιοις ἀποκεκρυμμένην, ἣν οὐδεὶς ἕως τοῦ δεῦρο τεθέαται. καὶ τοῦτο Παῦλος οἶδεν ἡμῶν μᾶλλον, λέγων· περιήστραψέν με φῶς ἱκανὸν καὶ ἔπεσα εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν . κἀγὼ εἶπον· τίς εἶ, κύριε ; καὶ ὁ κύριός φησιν πρός με· ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις . ὁμολογεῖ δὲ ἀπὸ τῆς δόξης τοῦ φωτὸς τοῦ κυρίου τετυφλῶσθαι καὶ μετὰ

9