Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄρει μεταμορφουμένου αὐτοῦ τὴν δόξαν μὴ δυνάμενοι φέρειν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης τὰ πρόσωπα καὶ τὰ γόνατα κλίνωσιν ἐπὶ τὴν γῆν, τῆς δόξης τῆς θεότητος τοῦ λόγου ἰσχύς. ὅταν στερεοποιῆι τοὺς ἀποστόλους λέγων μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι , τῆς θεότητος ἡ ἄδηλος καὶ ἰσχυρὰ παράκλησις· ὅταν παραιτῆται τὸ ἀποθανεῖν, τοῦ σώματος ἡ δειλία. πρὸ γὰρ τοῦ παραβῆναι τὸν Ἀδὰμ οὔτε λύπη οὔτε δειλία οὐ κόπος οὐ λιμὸς οὐ θάνατος ἦν: - 61 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐγώ εἰμι, φησίν, ἡ τῶν σωιζομένων ὁδὸς καὶ ἡ τῶν νεκρῶν ζωὴ καὶ ἡ τῶν ἀποφευγόντων τὸ ψεῦδος ἀλήθεια , λέγων τοῖς ἐν σκότει· ἀνακαλύφθητε, ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου . τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθήμασιν χωρὶς ἁμαρτίας, τὸν κεκλημένον Ἰησοῦν, δι' αὐτοῦ τὸ ἀπολό μενον πρόβατον προσῆξεν τῶι πατρί, ὡς πρόβατον ἐπὶ σφα γὴν ἀχθεὶς καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος , περὶ οὗ ὁ Παῦλος γράφει· ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν καὶ τῶν ἁμαρτιῶν ἡμῶν. καὶ ἐν ἑτέρωι τόπωι φησὶν ὁ ἀπόστολος· δι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἡ ζωή. ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκομεν, οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες ζωοποιηθησόμεθα. καὶ πάλιν ἐν ἑτέρωι τόπωι γράφει· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ . τὸν τοίνυν πρῶτον Ἀδὰμ τὸν πρωτόπλαστον τοῦ κόσμου δηλοῖ, τὸν δὲ δεύτερον Ἀδὰμ τὸν κατὰ τὸν σωτῆρα νοούμενον ἄνθρωπον, ὃς καλεῖται υἱὸς ἀνθρώπου πρόβατον ἄμπελος ἄρτος δένδρον κόκκος σίτου καὶ τὰ τούτοις παραπλήσια, καλεῖται δὲ καὶ Ἀδάμ, εἰ καὶ πολλὴ ἡ τοῦ δευτέρον διαφορὰ παρὰ τὸν πρῶτον. ὃ μὲν γὰρ ἐκ γῆς γέγονεν, ὃ δέ, λόγος ὢν τοῦ πατρός, σὰρξ ἐγένετο, οὐ κενωθεὶς τὸ εἶναι λόγος διὰ τὸ σάρκα φορέσαι, καθ' ὃ οὐδὲ τὸ χρυσίον κενοῦται τῆς δόξης ἔνδον ξένου γλωσσοκόμου τυγ χάνον: - 62 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐὰν οὖν λέγηι ὁ ἀπόστολος τὸ ῥητὸν τὸ λέγον· ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγείρει, μὴαἰσχύνου λέγων· οὐκ ἠδύνατο ὁ κύριος τὸ οἰκεῖον ἀνεγεῖραι σῶμα, εἰ μὴ ὁ πατὴρ αὐτὸ ἤγειρεν. λέγουσι δὲ τοῦτο οἱ τὸν κύριον ὑβρίζοντες. νόει τὸν ἐκ νεκρῶν ἐγειρόμενον ἄνθρω πον, ὃν ἑρμηνεύει Πέτρος ὁ ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων καὶ λέγει· καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν . τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ τὸ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθέν τε ὑπὸ Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν . ὁ καὶ πάν τας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν αὐτὸς ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος. εἰ γὰρ ἐπὶ τοῦ σταυροῦ ὢν τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων σώματα ἤγειρεν, πολλῶι μᾶλλον ἐγεῖραι ἠδύνατο ὃ ἐφόρεσεν σῶμα ὁ ἀεὶ ζῶν θεὸς λόγος, ὡς ὁ Παῦλός φησιν· ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής : - 63 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Ὅταν δὲ ὁ ἡμέτερος διδάσκαλος φάσκηι ἐν ἑτέρωι τόπωι· κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν , μὴ δόξηις ποίημα εἶναι τὸν ἀπ' ἀρχῆς πρὸς τὸν πατέρα θεὸν λόγον. οὐ γὰρ τὴν ἀόρατον θεότητα λέγει κατανοεῖν, ἀλλὰ τὸν κυρια κὸν ἄνθρωπον, ὃν εἶπεν ὁ Παῦλος μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Χριστὸν Ἰησοῦν τὸν δόντα ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν εἶπεν κατανοεῖν, Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν , ὥς φησιν ὁ κύριος κατανοήσατε τοὺς

7