Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες οὔτε διδάσκειν ὀρθῶς οὔτε διδά σκεσθαι βούλονται: - 59 Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ πάντες χωρεῖν ἠδύναντο πνευματικῶς τὰ θεῖα λόγια, οὐκ ἂν ἠναίνετο μεταδιδόναι αὐτοῖς τὸ πνευματικὸν χάρισμα, οὐδὲ γάλα αὐτοὺς ἐπότιζεν, εἰ τὴν στερεὰν τροφὴν πάντες μετα λαμβάνειν ἠδύναντο. ἀλλὰ τοῖς ἔτι νηπιάζουσιν περὶ αὐτὸν τὸν τῆς θεογνωσίας λόγον δίκην νηπίων γαλουχουμένων τὸν τῆς κατηχήσεως ἐπιτρέπει δέχεσθαι λόγον οὔπω τὸν τῶν ἀγγέλων ἄρτον τρέφεσθαι δυναμένοις, τὸν ἐν σώματι ἀνθρωπείωι κρυβέντα θεὸν λόγον: - 60 Ἐκ τοῦ αὐτοῦ λόγου Χρὴ τοίνυν ἡμᾶς ὡς ἐπιστήμονας οἰκονόμους μυστηρίων θείων μεταδιδόναι τὸν λόγον πρὸς ὃ χωρεῖν ἕκαστος δύναται. ῥήγνυνται γὰρ οἱ παλαιοὶ ἀσκοὶ μὴ χωροῦντες τὸν νέον τῆς ἀληθινῆς ἀμπέλου οἶνον, τουτέστιν τὸν λόγον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἐπεὶ τοίνυν τινές, μᾶλλον δὲ καὶ πολλοὶ οἳ μήπω μαθηταὶ γενόμενοι ἐκ προπετείας ἐπὶ τὸ διδάσκειν ἐλη λύθασιν οὐκ εἰδότες οὔτε ἃ λέγουσιν, οὔτε περὶ τίνων διαβεβαιοῦνται, τυφλώττοντες τοὺς τῆς διανοίας ὀφθαλμούς, οὐκ ἔχοντες νοῦν ὁρῶντα τὸν θεὸν ὡς ὁ Ἰακὼβ οὔτε καθαρὰν καρδίαν τὴν ὀψομένην τὸν θεόν, τὰ διὰ τὸν ἄνθρωπον τοῦ σωτῆρος ὃν δι' ἡμᾶς ἐφόρεσεν, γεγραμμένα ῥητὰ καὶ ἔργα ταπεινὰ καὶ πτωχὰς φωνὰς τῆι θεότητι τοῦ λόγου συνάπτοντες πλανῶνται καὶ πλανῶσιν τοὺς ἀμαθεῖς καὶ ἀστηρίκτους, ἀνάγκην ἔσχομεν, ὡς ὁ Ἰούδας γράφει, ἐκθέσθαι διὰ τῆσδε τῆς ἐπιστολῆς ποῖα ῥητὰ τῆι θεότητι τοῦ λόγου ἁρμόζει καὶ ποῖα τῶι δι' ἡμᾶς ἀναληφθέντι ἀνθρώπωι. ὡς γὰρ ἐν ἑνὶ βαλλαντίωι χρύσεα νομί σματα καὶ ἀργύριον ἀπόκειται ἑνὸς βασιλέως εἰκόνα καὶ ἐπι γραφὴν τοῦ ὀνόματος ἑκάτερα ἔχοντα, ἀλλ' οἶδεν ὁ φυλάττων αὐτὰ τραπεζίτης τὴν τοῦ χρυσίου ὑπεροχὴν παρὰ τὴν ὑποβεβηκυῖαν τοῦ ἀργυρίου τιμήν, οὕτως κἂν ἐν μιᾶι γραφῆι περὶ τῆς θεότητος τοῦ υἱοῦ καὶ περὶ οὗ ἐκ Μαρίας δι' ἡμᾶς ἐφόρεσεν σώματος γέγραπται, ἀλλ' ἕκαστον αὐτῶν ἐπιγνωσόμεθα ὡς συ νετοὶ μαθηταὶ τοῦ ἑνὸς καὶ ὄντως διδασκάλου. ὅσαι τοίνυν ταπειναὶ λέξεις καὶ ἔργα, εἰς τὸ σῶμα τοῦ Ἰησοῦ γεγραμμένα νόει· ὅσα δὲ ἔνδοξα γράμματα, εἰς τὴν τοῦ λόγου θεότητα. ὅταν πεινάσηι μετὰ τὸ νηστεῦσαι, τοῦ σώματος ἐλάττωμα· ἡνίκα δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους χωρὶς παιδίων καὶ γυναικῶν τρέφει καὶ δώδεκα κοφίνους κλασμάτων περισσεύει, τῆς θεότητος τοῦ λόγου ἔργον. ὅταν ἐπὶ τὸ προσκεφάλαιον ἐν τῶι πλοίωι κοιμᾶται, ἀναπαύσεως σωματικῆς ἔργον· ὅταν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἀπειλῆι τοῖς κύμασιν καὶ τοῖς ἀνέμοις σιώπα πεφίμωσο , εὐθὺς ἀκούει παρὰ τῶν ἐν τῶι πλοίωι μεθ' ὅρκου ὁμολογούντων ἀληθῶς θεοῦ υἱὸς εἶ . ὅταν ἑστὼς πρὸς τῶι μνήματι Λαζάρου δακρύηι καί, ὁπηνίκα πάσχειν ἔμελλεν, λέγηι περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανά του καὶ ἀδημονῆι καὶ τὸ μὲν πνεῦμα τῆς θεότητος πρόθυμον εἰς πᾶσαν οἰκονομίαν λέγηι, τὴν δὲ σάρκα ἀσθενῆ, τοῦ σώματος ἀσθένεια τὸ λυπεῖσθαι καὶ ἀδημονεῖν· ὅταν κελευστικῶς λέγηι Λάζαρε, δεῦρο ἔξω καὶ ἀναστῆι ζῶν ὁ νεκρὸς ὁ τεταρταῖος ἤδη λελυμένος, ὃ οὐκ ἐγένετο ἀπ' ἀρχῆς κτίσεως, τῆς θεότητος σημεῖον. ὅταν ἀπὸ τῆς ὁδοιπορίας ὑπὲρ ἡμῶν κεκοπιακὼς ἐπὶ τῆς πηγῆς καθέζηται, τοῦ σώματος τὸ κοπιᾶν· ὅταν λέγηι δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς , ἔργον τῆς θεότητος τὸ καὶ ἀπὸ σωματικῶν νόσων καὶ κόπων καὶ τῶν κατὰ ψυχὴν κινδύνων ἰᾶσθαι. ὅταν βαπτίζηται ὑπὸ Ἰωάννου ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῶι στόματι αὐτοῦ , τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξιλασμός· ὅταν κελεύηι τοὺς ἀποστόλους βαπτίζειν πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ

6