Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, ὁ δὲ υἱὸς μόνος ὑπὸ τοῦ πατρὸς ἐγεννήθη. δι' ὃ πρωτότοκός ἐστι πάσης κτίσεως ὁ θεὸς λό γος· ἄτρεπτος γὰρ ἐξ ἀτρέπτου. ἔστι τοίνυν τὸ ὃ δι' ἡμᾶς ἐφόρεσεν σῶμα κτίσμα[ ἐστίν]: - 23 Ἐκ τοῦ αὐτοῦ λόγου Τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθήμασι κατὰ πάντα χωρὶς ἁμαρτίας, τὸν κεκλημένον Ἰησοῦν, ἵνα δι' αὐτοῦ τὸ ἀπολόμενον πρόβατον προσάξηι τῶι πατρί, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραν τος αὐτὸν ἄφωνος, περὶ οὗ Παῦλος γράφει· ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν . καὶ ἐν ἑτέρωι τόπωι φησίν· δι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἡ ζωή. ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀπο θνήισκουσιν, οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες ζωοποιηθήσονται : - 24 Ἐκ τοῦ αὐτοῦ λόγου ∆ι' αὐτοῦ γὰρ τοῦ λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη, οὐκ αὐτὸς δὲ ἐγένετο, ἀλλ' ὅνπερ δι' ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γε γονότα καὶ κτισθέντα, δηλοῦσιν αἱ γραφαί: - 25 Ἐκ τοῦ αὐτοῦ λόγου Φησὶν γὰρ ὁ κύριος· πᾶν κλῆμα μένον ἐν ἐμοὶ καρπὸν φέρει. καὶ ἐν ὧι ἐφόρεσεν ἀνθρώπωι τῶι ἐκ τοῦ γηγενοῦς Ἀδάμ, ἐζωοποίησεν τὸ ἐκ τοῦ γένους Ἀδάμ: - 26 Ἐκ τοῦ αὐτοῦ λόγου Ὅρα ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστι, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι' ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατανοή σατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν , ὃν καὶ Στέφανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ . οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας κυριακὸν σῶμα: - 27 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Περὶ τοῦ ὁ δὲ Ἰησοῦς προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι. Λέγεται δὲ ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος ὁ αὐτὸς ποτὲ νήπιος ὢν καὶ ποτὲ προκόπτων ἡλικίαι καὶ σοφίαι καὶ χάριτι ἀρχόμενός τε ὢν ὡσεὶ ἐτῶν τριάκοντα , ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησι. τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτό ἐστιν κτίσμα καὶ ποίημα: - 28 Ἐκ τοῦ αὐτοῦ λόγου Ἰησοῦς δὲ ὁ Χριστὸς ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄν θρωπος αὐτός ἐστιν ὁ προκοπὴν ἡλικίας ἐπιδεχόμενος, ποτὲ νήπιος τυγχάνων, ποτὲ ἀνὴρ ἀρχόμενός τε ὡσεὶ ἐτῶν τριά κοντα, ὥς φησιν ὁ Λουκᾶς: - 29 Ἐκ τοῦ αὐτοῦ Ὁ τοίνυν μεθηλικιούμενος ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὃς ἐγένετο πιστὸς ἀπόστολος καὶ ἀρχιερεὺς τῶι ποιήσαντι αὐτόν, αὐτός ἐστιν ὁ τὴν προκοπὴν ὑπομένων: - 30 Τοῦ αὐτοῦ Περὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ Ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου Καὶ μή τις νομίσηι--εἰς τὴν ἀνθρωπότητα αὐτοῦ: - 31 Τοῦ αὐτοῦ Περὶ τῶν πρὸς τὸν διάβολον ἀγώνων τοῦ δεσπότου Χριστοῦ Ἐκ τοῦ λόγου τοῦ εἰς τὸν διαμερισμὸν τῶν ἱματίων Οὕτω καὶ ὁ κύριος ἀνθρωπίνηι ἀσθενείαι--κατὰ τοῦ ἐχθροῦ: - 32 Τοῦ αὐτοῦ Περὶ τοῦ δοξασθῆναι τὸν δεσπότην Χριστόν Ἐκ τοῦ περὶ πίστεως λόγου Στέφανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τῆς δυνάμεως τοῦ θεοῦ . οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας κυριακὸν σῶμα, ὅπερ ὁ Παῦλος λέ γει καθίσαι ἐκ δεξιῶν τοῦ θεοῦ. περὶ οὗ σώματος ∆αυίδ φη σιν προφητικῶς ἐκ προσώπου τοῦ πατρός· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο δῶν σου , ἐπεὶ προεγίνωσκεν ἐχθροὺς ἐσομένους τὸν διάβολον καὶ τὰς συνεργοὺς αὐτοῦ ἀντικειμένας ἐνεργείας, αἵτινες ἤχ θρευον τῶι κυριακῶι ἀνθρώπωι, γινώσκουσαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας αὐτὰς καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανά του τὸν διάβολον: - 33 Ἐκ τοῦ αὐτοῦ λόγου Οἱ γὰρ τὴν θεότητα τοῦ λόγου

3