Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματος- -πρόφασιν εὕρηι: - 51 Τοῦ αὐτοῦ ἐκ τῆς ὑπὲρ ∆ιονυσίου ἀπολογίασ Τὰ δὲ περὶ τῆς θεότητος--παρ' αὐτοῦ τοῦ λόγου: - 52 Ἐκ τῆς αὐτῆς ἐπιστολῆσ Εἴρηκεν ὁ σωτήρ-- τὴν ἄμπελον, ἥτις ἐστὶν τὸ κυρια κὸν σῶμα: - 53 Ἐκ τῆς αὐτῆς ἀπολογίασ Ἀνάγκη γὰρ ἀμπέλου--ἔστιν τοῦ θεοῦ: - 54 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου Πάντα εἰπὼν ἐν αὐτῶι κτισθέντα ὁ μακάριος Παῦλος αὐ τὸν μόνον εἶπεν πρὸ πάντων. ἐκ γὰρ τῶν παλαιῶν πεπαι δευμένος νομομαθής τε ὢν τάς τε παροιμίας τοῦ Σολομῶντος φιλολογήσας καὶ δύο εἴδη περὶ τοῦ κυρίου εὑρών, ἓν μὲν περὶ οὗ ἐκ Μαρίας ἔμελλεν ἀναλαμβάνειν ἀνθρώπου, ἕτερον δὲ περὶ τοῦ πρὸ πάντων αἰώνων ἀιδίως ἐκ τοῦ πατρὸς γεννηθέντος λόγου, καὶ περὶ μὲν τοῦ ἐκ Μαρίας Ἰησοῦ γράφει Τιμοθέωι· μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα· περὶ δὲ τοῦ ἀεὶ σὺν τῶι πατρὶ θεοῦ λόγου εἶπεν ὅτι ἔστιν πρὸ πάντων . ἐλεγχέσθωσαν τοίνυν παρὰ πάντων τῶν ἁγίων οἱ λέγοντες τὸν τοῦ θεοῦ λόγον ἀρχὴν τῶν ἔργων κτισθέντα καὶ παρὰ μὲν τοῦ ∆αυὶδ ἀκουέτω σαν ὅτι οὔκ ἐστιν ἔργον, ἀλλ' ἔργων ποιητής, ὡς λέγει· ἔργα χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις : - 55 Ἐκ τοῦ αὐτοῦ λόγου Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας . λέγεται δὲ ὁ κατὰ τὸν σωτῆρα νοού μενος ἄνθρωπος ὁ αὐτὸς ποτὲ νήπιος ὢν καὶ ποτὲ προκόπτων ἡλικίαι καὶ σοφίαι καὶ χάριτι ἀρχόμενος τε ὢν ὡσεὶ ἐτῶν τριάκοντα , ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησιν. τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτό ἐστιν τὸ κτίσμα καὶ ποίημα: - 56 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐλεγχόμενοι τοίνυν παρὰ τῶν ἁγίων οἱ λέγοντες κτίσμα τὸν ἐκ πατρὸς λόγον ἢ πεπαύσθωσαν τῆς δυσσεβοῦς βλασφημίας ἢ ὡς Χριστομάχοι παρὰ πάντων ἀποκηρυττέσθωσαν. ἐν ὧι γὰρ ἡττῶνται πεποίθασιν, ἐν ταῖς Παροιμίαις τῶι λέγοντι κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ , ὀλισθάνουσιν. προφητεύων γὰρ Σαλομὼν εἰς τὸν μέλλοντα διὰ τὴν παντὸς τοῦ κόσμου εὐεργεσίαν ἐκ Μαρίας κτίζεσθαι κυριακὸν ἄνθρωπον, εἶπεν ἐκ προσώπου αὐτοῦ τὸ κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ : - 57 Καὶ μετ' ὀλίγα ἐκ τοῦ αὐτοῦ λόγου Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε . αὐτὸν γοῦν τὸν σταυρωθέντα τοῦ κυρίου ἄνθρωπον δεικνύντες διὰ δακτύλου οἱ ἀπόστολοι εἶπαν· τοῦτον τὸν Ἰησοῦν Χριστὸν καὶ κύριον ἐποίη σεν ὁ θεός. αὐτὸς φανερῶς ὁ τοῦ κυρίου ἄνθρωπος καὶ ἀρχὴ ὁδῶν ἐκτίσθη τῶν προγεγραμμένων εἰς εὐεργεσίαν, ἄρχων πάντων τῶν ἁγίων καὶ χρηματιζόντων ὁδῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ὁ ποιηθεὶς καὶ σταυρωθείς, περὶ οὗ καὶ Ἱερεμίας εἶπεν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνευτῶν ἔκδοσιν· κύριος ἔκτι σέν με σωτηρίαν εἰς καταφύτευμα καινήν, ἐν ἦι σω τηρίαι περιελεύσονται ἄνθρωποι , κατὰ δὲ τὸν Ἀκύλαν περὶ τοῦ αὐτοῦ ῥητοῦ λέγει· ἔκτισεν κύριος καινὸν ἐν τῆι θηλείαι . ἣν δὲ λέγει σωτηρίαν καινὴν καὶ οὐ παλαιὰν ἡμῖν κτισθεῖσαν καὶ οὐ πρὸ ἡμῶν καὶ ὃν λέγει καινὸν κτισθέντα ἐν τῆι θηλείαι, τὸν κατὰ τὸν σωτῆρα νόει ἄνθρωπον Ἰησοῦν. ἑρ μηνεύεται γὰρ Ἰησοῦς πῆι μὲν σωτήρ, πῆι δὲ σωτηρία (ἐκ τοῦ σωτῆρος ἡ σωτηρία ὃν τρόπον ἐκ τοῦ φωτὸς ὁ φωτισμός), ὅν τινα εἶπεν ἄνθρωπον Ἰησοῦν σωτηρίαν ἡμῖν κτισθέντα καινὸν ἐν τῆι θηλείαι, ὅ ἐστιν ἐν τῆι Μαρίαι, μᾶλλον δὲ ἐκ τῆς Μαρίας: - 58 Καὶ μετ' ὀλίγα Ὃν τοίνυν ὁ Σολομὼν εἶπεν ἀρχὴν ὁδῶν κτισθέντα καὶ ἣν Ἱερεμίας λέγει κτισθεῖσαν σωτηρίαν καινὴν καὶ καινὸν ἐν τῆι θηλείαι, τὸν ὃν ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἡ σοφία

5