Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου . τοῦτο οὖν γινωσκέτωσαν οἱ ἀπαίδευτοι εἰς τὸν κατὰ σάρκα νοούμενον ἄνθρωπον γεγράφθαι. ἐν γὰρ τῶι αὐτῶι ∆αυὶδ περὶ τοῦ κυριακοῦ ἀνθρώπου γέγραπται· ἐχθρὸς οὐκ ὠφελήσει ἐν σοί: - 34 Ἐκ τοῦ αὐτοῦ λόγου Τὸ σῶμα τοίνυν ἐστὶν ὧι λέγει κάθου ἐκ δεξιῶν μου , οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσιν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες: - 35 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου Καὶ ὅταν λέγηι ὁ Πέτρος-περὶ τῆς ἀνθρωπότητος: - 36 Καὶ μετ' ὀλίγα Ὁ γὰρ λόγος--κύριον καὶ θεόν: - 37 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐκ γὰρ τῶν παλαιῶν πεπαιδευμένος ὁ ἀπόστολος νομομαθής τε ὢν τάς τε παροιμίας τοῦ Σολομῶντος ἀκριβῶς φιλολογήσας 38 Τοῦ αὐτοῦ Ὁρᾶτε ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστιν, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι' ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατα νοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν. Ἰησοῦν Χριστὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν : - 39 Καὶ μετ' ὀλίγα Ὃ πολλαχοῦ εἶπον, καὶ νῦν ἐρῶ· Ἰησοῦν τὸν ἄνθρωπον τοῦ σωτῆρος τὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν , ὃν εἶπεν ἡμῖν κατανοεῖν: - 40 Καὶ μετ' ὀλίγα Οὐ διαιροῦσιν οἱ ἀμαθεῖς ποῖον πρόσωπον τοῦ προφητικοῦ πνεύματος περὶ τοῦ σώματος τοῦ κυρίου βοᾶι καὶ ποῖον τὴν ἀίδιον αὐτοῦ ἐκ πατρὸς γέννησιν διδάσκει, ἀλλ' ἕνα καὶ τὸν αὐ τὸν δηλοῦσιν τὸν ἀπαθῆ λόγον καὶ τὸν παθητὸν ἄνθρωπον τοῦ Ἰησοῦ: - 41 Τοῦ αὐτοῦ Ὅταν τοίνυν πᾶσα ἡ κτίσις ἐν νεφέλαις ἀπαντήσηι τῶι Ἰησοῦ καὶ ὑποταγῆι αὐτῶι, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι πατρί, ὑπὲρ πάσης τῆς κτίσεως [ὁ] γενόμενος πιστὸς ἀπόστολος καὶ ἀρχιερεύς, ἵνα ἦι ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, τουτέστιν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία κυριότης καὶ θεότης καὶ βα σιλεία. ἐὰν δέ τις λέγηι ὅτι οὐ τὸν Ἰησοῦν εἶπεν ὑποτασσό μενον, ἀλλὰ τὸν υἱόν, ἀκουσάτω ὅτι Ἰησοῦς υἱὸς τοῦ θεοῦ ἐχρημάτισεν καὶ ἔστιν διὰ τὸν ἐν αὐτῶι κρυβέντα θεὸν λόγον: - 42 Ἐκ τοῦ αὐτοῦ λόγου Φανερῶς ὁ γενόμενος ἐκ σπέρματος ∆αυὶδ Ἰησοῦς ὡρίσθη υἱὸς θεοῦ κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ὅντινα ὁ Παῦλος υἱὸν εἶπεν μέλλοντα ὑποτάσσεσθαι τῶι θεῶι: - 43 Ἐκ τοῦ αὐτοῦ λόγου Αὐτὸς γοῦν ὁ υἱὸς ὑποταγήσεται τῶι πατρί . ὑπὲρ πάσης τῆς κτίσεως καθάπερ καὶ ὑπὲρ πάντων παθεῖν ἑαυτὸν παρέδωκεν ὁ ἐξ ἀχράντου παρθένου δι' ἡμᾶς γεννηθείς, ὁ μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως: - 44 Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ γὰρ καὶ μὴ εἶπεν ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ἀλλ' ἁπλῶς ὁ υἱός, δείκνυται μὴ τὸν θεὸν λόγον δηλῶν ἀγνοοῦντα, ἀλλὰ τὸν ἄνθρωπον: - 45 Ἐκ τοῦ αὐτοῦ λόγου Ὁ γοῦν μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως ὁ ἐκ Μαρίας γεννηθείς ἐστιν υἱός. οὐδὲν γὰρ ἀγνοεῖ ὁ ἐκ καρδίας τοῦ πατρὸς θεὸς λόγος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν: - 46 Καὶ μετ' ὀλίγα Συγκατέβαινεν γὰρ ἡ ἀλήθεια τῶι ὑπὲρ ἡμῶν ἀποθανόντι Ἰησοῦ εἰς τὴν καρδίαν τῆς γῆς, ἵνα τοὺς ὑπὸ τοῦ ψεύδους ἀπα τηθέντας ἀλήθεια ὢν ἐλευθερώσηι: - 47 Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς εἶπεν εἶναί τινα ἄρρητα ῥήματα, ἃ οὔτε αὐτὸν οὔτε ἕτερον ἐξεῖναι λαλῆσαι, ἀναμφιβόλως ὁ τὰ ἄρρητα αὐτῶι δηλώσας ῥήματα θεὸς λόγος ἐν Χριστῶι Ἰησοῦ ἄρρητον ἔχει τὴν ἐκ πατρὸς γέννησιν: - 48 Καὶ μετ' ὀλίγα: ἐκ τοῦ περὶ πίστεως μικροῦ λόγου Τοῦ αὐτοῦ Ὃς ἐπὶ συντελείαι τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ πατρός, ἐκ τῆς ἀχράντου παρθένου Μαρίας τὸν ἡμέτερον ἀνεί ληφεν ἄνθρωπον Ἰησοῦν Χριστόν, ὃν ὑπὲρ ἡμῶν παρέδωκεν παθεῖν ἰδίαι προαιρέσει: - 49 Ἐκ τοῦ αὐτοῦ λόγου Ἡ δὲ κτισθεῖσα ἐν ἡμῖν εἰς καταφύτευμα σωτηρία καινὴ καὶ οὐ παλαιὰ ἡμῖν τε καὶ οὐ πρὸ

4