Sermo major de fide

 ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς: - 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲ

 σῶμα δι' ἡμᾶς, εἴρηται: - 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ

 ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθ

 ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος: - 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματ

 ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες

 ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄ

 κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν . τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑ

 μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι . ἔστιν τοίνυν εἰς τ

 τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς

 κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομ

 τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰ

 φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν: - 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ-τῆι δυνάμει τοῦ σωτῆρος: - 88 Ἐκ τοῦ αὐτοῦ λόγου

τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ ; καὶ δι' ἑαυτοῦ λέγει ὁ υἱός· ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν , καὶ πάλιν εἶπεν· ἀπ' ἐμαυτοῦ οὐδὲν λαλῶ, ὁ πατήρ μοι ἐνετείλατο τί εἴπω καὶ τί λαλήσω, καὶ τὸ οὐκ ἦλθον, ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με πατρός ἕτερον ἔχει θέλημα ὁ πατὴρ καὶ ἕτερον ὁ υἱός, ὡς αὐτοὶ φρονοῦσιν. εἰ γὰρ μεμερισμένον ἔχουσιν τὸ θέλημα, πῶς λέγει ποιήσωμεν ἄνθρωπον καὶ τὰ ἑξῆς; οὐ διακρίνουσιν δὲ ποῖα ῥητὰ τῆι θεότητι ἁρμόττει καὶ ποῖα ὧι ἐφόρεσεν ἀνθρώπωι: - 79 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς ἡ ἀρχή· Τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγγελικόν Ἀποστολικὸς κηρύττει λόγος--ὑπὸ τοῦ κρείττονος εὐλογεῖται: - 80 Ἐκ τοῦ αὐτοῦ λόγου Καὶ πάλιν ἐκ προσώπου τοῦ πατρὸς ὁ ∆αυὶδ πρὸς τὸν υἱὸν φήσας υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. αἴ τησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς , διὰ μὲν τοῦ ὀνόματος τῆς γεννήσεως δηλοῖ τὴν ἐξ αὐτοῦ ὁ πατὴρ θεολογίαν τοῦ λόγου, διὰ δὲ τοῦ αἰτεῖσθαι καὶ πέρατα τῆς γῆς λαμβάνειν, ἅπερ αὐτὸς ὁ λόγος ἐποίησεν, δεικνύει ὃν ἐφόρεσεν ἄνθρωπον: - 81 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ σαρκώσεως μικροῦ λόγου, οὗ ἡ ἀρχή· Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ τὸν πρὸ αἰώνων Εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς παρθένου Μαρίας ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν ἢ ἀλλοιωθεῖσαν ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου κοινοῦ τῶν καθ' ἡμᾶς καὶ μὴ προσκυνητὴν ὡς κυρίου, τοῦτον ἀναθεματίζει ἡ ἁγία ἐκκλησία: - 82 Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή· Αὐτάρκως μὲν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες Καὶ ὥσπερ μεγάλου βασιλέως-ἡ πάλαι κατ' αὐτῶν ἰσχύουσα: - 83 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Οὐ γὰρ περικεκλεισμένος-οὐκ ἀφανὴς ἦν: - 84 Ἐκ τοῦ αὐτοῦ λόγου Ὅταν τοίνυν ἐσθίοντα-θεὸν λόγον ἐγνώριζεν: - 85 Ἐκ τοῦ αὐτοῦ λόγου Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος-ἄφθαρτον ἐπιδεικνύμενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον-ὅτι τε ὁ πάντων θάνατος ἐν τῶι κυριακῶι ἀνθρώπωι ἐπληροῦτο- αὐτὸ προσενέγκηι: - 86 Ἐκ τοῦ αὐτοῦ λόγου ∆ιὰ ταύτην τοίνυν τὴν αἰτίαν, οὐ νόσωι διὰ τὸ ἀπρεπές, οὐκ ἰδίαι διὰ τὸ ἀπίθανον, οὐχ ὃν αὐτὸς ἐπενόησεν θάνατον διὰ τὰς τῶν ἀπίστων ὑπονοίας, ἀλλὰ τὸν ἐξ ἐπιβουλῆς τῶν ἐχθρῶν ἐδέχετο τὸ σῶμα θάνατον καὶ ὑψηλῶς καὶ ἐπηρμένως ἐσταυροῦτο, ἵνα τοῦ θανάτου πᾶσιν φανερωθέντος φανερὰ πᾶσιν καὶ ἡ τούτου ἀνάστασις διαβοηθῆι καὶ πιστευθῆι. πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἀπέθνηισκεν, εἶχεν δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ συνοικήσαντος αὐτῶι λόγου. οὐ γὰρ ἀποθνήισκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ' ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ τῶι σώματι μᾶλλον διεκώλυεν ἀπ' αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ἧι φησιν καὶ τὸ πνεῦμα πρὸς αὐτόν· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν . τὸ μὲν οὖν σῶμα ἅτε δὴ σῶμα ὂν ἀνθρώπινον, ὥσπερ εἶπον, ἐνεκροῦτο τῆι τοῦ λόγου διαλύσει, αὐτὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ λόγος ὢν καὶ τῶν πάντων αὐτὸς ζωή, οὐδ' οὕτως μὲν ἀφανῆ ἑαυτὸν οὐδὲ ἐν τῶι σταυρῶι ἀφῆκεν, ἀλλὰ κατὰ περιττὸν τὴν μὲν κτίσιν ἐποίει μαρτυρεῖν τὴν τοῦ ἑαυτῆς δημιουργοῦ παρουσίαν, τὸν δὲ ἑαυτοῦ ναὸν τὸ σῶμα οὐκ ἐπὶ πολὺ μένειν ἀνασχόμενος, ἀλλὰ μόνον δείξας νεκρὸν τῆι τοῦ θανάτου πρὸς αὐτὸν συμπλοκῆι τριταῖον εὐθέως ἀνέστη σεν, τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου

12