1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

ὁρατῶν καὶ ἀοράτων πολεμίων συγκειμένων. γʹ. Τοιαύτης οὖν ἡμῖν ἄθλων θεωρίας προτιθεμένης, οὐκ ἐπισπεύσομεν πρὸς τὴν τούτων ἐπόπτευσιν, καὶ τὰς συμβολὰς, καὶ πλοκὰς, καὶ λαβὰς ἀμφοτέρων κατάρδωμεν, καὶ τὴν νίκην τῆς ἡμετέρας ἱερονίκου, καὶ στεφανίτιδος ἐπαθρήσομεν; καὶ τοὺς μὲν στυγεροὺς δαίμονας ἡττωμένους καὶ καταισχυνομένους καὶ πίπτοντας, τοὺς ἀγγελικοὺς δὲ δήμους ἀλαλαγμοὺς ἐπιφωνοῦντας, καὶ ἐπινικίοις κρότοις τὴν καλλίνικον εὐφημοῦντας καὶ γεραίροντας, καὶ Χριστὸν αὐτὸν ὡς ἀγωνοθέτην, τοῦ βασιλικοῦ θρόνου, καθάπερ ἐπὶ Στεφάνου τοῦ πρωτομάρτυρος, ἐπανιστάμενον, καὶ τοὺς στεφάνους προτείνοντα, καὶ ἱδρῶσι περιῤῥεομένην τὴν νικηφόρον, ὑπ' ἀγγέλων δορυφορουμένην ὑποδεχόμενον, καὶ περιπτυσσόμενον, καὶ τοῖς ἐπουρανίοις θαλάμοις, καὶ νυμφῶσιν ἐνευναίοντα; Τί τοῖς φιλοθεάμοσι τοῦ τοιοῦδε θεάματος τερπνότερον, ἢ ἡδύτερον, ἢ ἐπικερδέστερον; «Μακάρισον γὰρ, φησὶν Βασίλειος ὁ ἱερὸς τῆς Ἐκκλησίας διδάσκαλος, γνησίως μαρτυρήσαντας, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει, καὶ ἐκβῇς χωρὶς αἵματος, καὶ μαστίγων, καὶ αἰκισμῶν.» Ἆρά ἐστιν τίς ἑτέρα τῆς τοιαύτης ἐποψίας ἢ πραγματείας κερδαλεωτέρα, καὶ τὸν πλοῦτον προσφέρουσα πλείονα; οὔ μοι δοκεῖ. Ἀλλὰ τί πέπονθα, ὦ φίλοι; πρὶν τῇ ἀρχῇ τῶν ἀγώνων προσβάλωμεν, πρὸς τὸ τέλος ἡμᾶς ὁ λόγος παρώρμησεν. Ἄγε δὴ οὖν, αὐτὸν ἀνακαλεσάμενοι, τῶν προθύρων τοῦ μαρτυρίου ἐπιβῶμεν ἤδη, καὶ τῆς κατὰ μέρος διηγήσεως καταρξώμεθα. δʹ. Τοῦ παναγάθου, καὶ φιλοικτίρμονος Θεοῦ Λόγου τὸ ἴδιον πλαστούργημα, ὅπερ κατ' εἰκόνα τὴν ἑαυτοῦ ἀρχῆθεν πεποίηκεν, καὶ τῶν ἐπιγείων τὴν ἡγεμονίαν ἐγκεχείρικεν, ὑπὸ τῆς τοῦ νοητοῦ δὲ διὰ τοῦ αἰσθητοῦ ὄφεως ἀπάτης ἐκ τῆς τοῦ παραδείσου τρυφῆς ἐξενηνεγμένον ἑωρακότος, καὶ λοιπὸν δεδουλωμένον, καὶ παγγενεὶ οὐ μόνον τῇ φθορᾷ ὑποβεβλημένον, ἀλλὰ καὶ εἰς πολυσχεδεῖς πλάνας καὶ πάθη ἀτιμίας ὑπηγμένον, καὶ τοσοῦτον τῷ ζόφῳ τῆς ἀσεβείας τοὺς ψυχικοὺς ὀφθαλμοὺς ἐσκοτισμένον, ὡς καὶ τὸν ὄντως ὄντα Θεὸν καταλελοιπέναι, ξύλοις δὲ καὶ λίθοις, καὶ ἀναισθήτῳ ὕλῃ τὴν προσκύνησιν προσενηνοχέναι, καὶ ὑπὸ τοῦ πονηροῦ, καὶ ἀποστατικοῦ δαίμονος εἰς ἔσχατον ᾅδου καὶ ἀσεβείας ἐξωσμένον καὶ κατεῤῥιμμένον, οὐκ ἤνεγκεν τὴν τοῦ ἀλάστορος τυράννου ὕβριν, καὶ τοῦ πεπλανημένου ἀνθρώπου ἀπηλπισμένην ἀπώλειαν. Οἴκτῳ δὲ μᾶλλον τοῦ ἰδίου ἀναλαβὼν ποιήματος, ἐξ ἀπειρογάμου νεά 96.788 νιδος τὸ κώδιον ὁ Ποιμὴν ὁ καλὸς περιέθετο, δι' οὗ τὸν ἀντίδικον δελεάσας, καὶ τῷ σταυρῷ καταγωνισάμενος, δικαίως τῆς τυραννίδος ἐκβέβληκεν, ὡς ἀδίκως τῷ ἁμαρτίας ἀπείρῳ, καθ' ἣν ὁ θάνατος ὥριστο, τὸν θάνατον ἐφοπλίσαντα. Οὐ γὰρ θανάτου εὐθύναις καὶ ἐπιτιμίοις ὑπέκειτο, ὁ ἁμαρτίας παντάπασιν ἄγευστος. εʹ. Ὁ τοίνυν τοῦτον ἀδίκως ἀνῃρηκὼς, ἐνδίκως ἀνταναιρεθήσεται, καὶ οὗ ἐκέκτητο πλούτου, στερηθήσεται. Ἐκείνου γὰρ ἀναίρεσις, ἡ τῆς ἐξουσίας ἐστὶν ἐκβολὴ καὶ ἔκπτωσις· ἀθάνατον γὰρ τὸ δαιμόνιον φύλον ὑπὸ τοῦ Κτίστου δεδημιούργηται. Καὶ ὁ Κύριος γὰρ παρὰ τὸν τοῦ πάθους καιρὸν ἔφασκεν· Ἔρχεται ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν· τουτέστι, τῶν ἐκείνου σπερμάτων γεώργιον, ἢ ἁμαρτίας ἴχνος, ἢ ὀσμὴν, ἢ ἀποσκίασμα. Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, προφητικῶς εἰπεῖν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. ∆ιὸ καὶ πάλιν ἔλεγεν, Νῦν κρίσις τοῦ κόσμου τούτου ἐστίν· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω, ἤτοι, τῆς τυραννίδος ἐκπεσεῖται, καὶ μεταστήσεται. ∆ιὰ τῆς ἑαυτοῦ τοιγαροῦν ἀναστάσεως τὸ ἡμέτερον ἀνασκευάσας καὶ ἀνανεωσάμενος φύραμα, τοὺς ἱεροὺς λοιπὸν ἀποστόλους κατὰ πάσης ἐκπέμπει τῆς οἰκουμένης τὰ πέρατα, τὸ σωτήριον τοῖς βροτοῖς διαγγέλλοντας κήρυγμα,