1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

ἀναλλοίωτός τε καὶ ἀναφαίρετος. Ὢ μακαρίων σου ὡς ἀληθῶς ὀμμάτων, τὸν τῆς δόξης Κύριον ἰδεῖν ἠξιωμένων, ᾧ ἀτενίσαι οὐ τολμῶσιν ἐν οὐρανῷ τὰ Χερουβὶμ, καὶ τὰ πολυόμματα τάγματα! Ὢ πανολβίων ὤτων, τῶν ἠχὴν τῶν τοῦ Θεοῦ ῥημάτων εἰσδεδεγμένων! ὢ ψυχῆς ἀξιαγάστου καὶ τρισευδαίμονος, ἣν προτροπαῖς οἰκείου παρεμυθήσατο στόματος, ὁ οὐρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων δεσπόζων, καὶ Θεὸς πάσης παρακλήσεως! Σὺ καὶ ἐν σαρκὶ οὖσα, τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν, ἡ τοῦ Χριστοῦ νύμφη, ὡς τῆς ὅλης σου προικὸς ἐμφάνειαν δέδεξαι. ∆ιὰ τοῦτο τῶν μὲν ἀλγεινῶν τὴν πεῖραν, ὡς νηπίων βέλη, ἣ ψύλλων δηγμοὺς ἥγησαι καὶ λελόγισαι· τῷ δὲ τοῦ φανέντος ἔρωτι θελχθεῖσα, καὶ τὴν ψυχὴν στεῤῥωθεῖσα, Τίς με, ἔλεγες, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις; ἢ στενοχωρία; ἢ λιμός; ἢ διωγμός; ἢ μάστιγες; ἢ κίνδυνοι; πέπεισμαι γὰρ, ὡς οὐ ζωὴ, οὐ θάνατος, οὐκ ἄγγελος, οὐκ ἐνεστῶτα, οὐ μέλλοντα, οὔτε τις κτίσις ἑτέρα, τῆς τοῦ Χριστοῦ με ἀγάπης χωρίσαι δυνήσεται. ιγʹ. Πρωΐας οὖν γενομένης, ἤχθη πρὸς τὸ βῆμα ἡ μάρτυς, τοῦ ἄρχοντος τοῦτο προστάξαντος. Καὶ ἰδὼν αὐτῆς τοὺς μώλωπας ἀφανεῖς, καὶ τὸ σῶμα ὁλόκληρον καὶ ἀκέραιον, μήτε τὸ τυχὸν ἔχον σπάραγμα, ὁ φρενοβλαβὴς, φησὶ, καὶ φρενόληπτος, «Ἴδες πῶς οἱ θεοὶ ἀντιποιοῦνται, καὶ ἀγαπῶσίν σε, ὅτι καὶ τὰς πληγάς σου ἰάσαντο.» Ἡ δὲ μάρτυς τῆς ἐκείνου καταγελάσασα παραφροσύνης καὶ ἐμβροντησίας, καὶ παραπληξίας ἀνταπεκρίνατο· «Οἱ μὲν σοὶ θεοὶ ὅμοιοί σού εἰσι, κωφοὶ καὶ τυφλοὶ, καὶ ἀναίσθητοι, 96.800 καὶ ἀκίνητοι, ἑαυτοῖς βοηθῆσαι οὐ δυνάμενοι, καὶ πῶς ἐμὲ θεραπεύειν ἠδύναντο, τὴν αὐτῶν ἀφανίζουσαν λαοπλανῆ ματαιότητα; Ὁ δὲ ἐμὲ θεραπεύσας, Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὃν σὺ βεβήλοις ὀφθαλμοῖς, καὶ πεπωρωμένῃ ψυχῇ ἰδεῖν οὐ πέφυκας ἄξιος. Ὡς δὲ θηρίον τούτοις ἐξαφθεὶς τῷ θυμῷ τοῖς ῥήμασιν ὁ παμμίαρος, κελεύει τὰς πλευρὰς αὐτῆς εὐτόνως ξέεσθαι, καὶ λαμπάδας πυρὸς ταῖς πληγαῖς προσφέρεσθαι, καὶ σφύρᾳ κατὰ τῆς κεφαλῆς ὡς ἐπὶ ἄκμονος τύπτεσθαι. Ἡ δὲ ἀτενίσασα εἰς τὸν οὐρανὸν, εἶπεν· «Σὺ γινώσκεις, καρδιογνῶστα Κύριε, ὅτι ποθοῦσά σέ σοι προσελήλυθα, μή με ἐγκαταλείπῃς ἕως τέλους.» Καὶ ταύτην οὖν τὴν βάσανον ἡ γενναία τοῦ Χριστοῦ μάρτυς γενναίως ὑπήνεγκεν, οὐ τῆς θηλυκῆς ἀσθενείας καὶ ἀνανδρίας μόνον, ἀλλὰ καὶ τῆς ἀνθρωπίνης φύσεως ἔξω γεγονυῖα. Πῶς γὰρ ἂν τοσαύτας αἰκίας, καὶ πικρὰς, καὶ ὀδυνηρὰς τιμωρίας ἐκαρτέρησεν, μὴ ὑπερβᾶσα τὸ σῶμα τῆς ταπεινώσεως, τῇ ἀοράτως αὐτὴν νευρούσῃ, καὶ ἐνισχυούσῃ δυνάμει τοῦ Πνεύματος. ιδʹ. Ἀλλ' οὐδὲ τούτων γιγνομένων, κόρον τῆς μανίας ἔλαβεν ὁ τοῦ διαβόλου ὑπηρέτης τε καὶ συνήγορος· ἐφ' ἕτερον δὲ βασανιστηρίων εἶδος τὴν τῆς πονηρίας πηγαίαν διάνοιαν ἔτρεπτεν, ἔνδον ἐγκαθήμενον ἔχων τὸν τῆς πάσης κακίας ἀρχηγὸν, καὶ γεννήτορα, καὶ εὑρήμονα δράκοντα, τὸν ἐξ ἀρχῆς ἀνθρωποκτόνον καὶ μισάνθρωπον. Ἐκέλευσεν οὖν, φησὶν, ὁ ἡγεμὼν ξίφει ἐκκοπῆναι τοὺς μαστοὺς τῆς μάρτυρος. Ἐκκοπτομένων δὲ τούτων, ἡ τοῦ Χριστοῦ ἀμνὰς εἰς οὐρανὸν ἔλεγεν ἀναβλέψασα Μὴ ἀποῤῥίψῃς με ἀπὸ προσώπου σου, Κύριε, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Καὶ ταύτην οὖν τὴν πληγὴν ἡ μάρτυς καρτερικῶς καὶ εὐχαρίστως ἐδέξατο. Ἆρά σοι παμπόνηρε δαῖμον, ἑτέρα μοχθηρίας ἐπίνοια ταύτης χαλεπωτέρα ἐν τῷ βάθει τῆς ψυχῆς τεταμίευται; ἆρά σοι ἕτερον αἰκισμῶν εἶδος ὀδυνηρότερον τῇ γυναικείᾳ φύσει ὑπείληπται, ἢ ὑπολέλειπται; οὐκ ἀπέκαμέν σου ὁ νοῦς τὰ κατὰ τῆς μάρτυρος ἐξευρίσκων βασανιστήρια; Πρόσθες, εἰ δοκεῖ σοι, καὶ ἕτερα· εὑρήσεις γὰρ ἀδάμαντα, μᾶλλον δὲ ψυχὴν ἀῤῥαγῆ, καὶ αὐτοῦ στεῤῥοτέραν ἀδάμαντος, ἐπανήλατον ἄκμονα τῶν σῶν σφυρῶν ἐπιφέρειν τὰ κρούσματα· Σκληρόν σοι πρὸς