1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

σωτηρίων ὑδάτων ἁψάμενα, θᾶττον θανασίμῳ ἀπονίπτεται νοσήματι. Καὶ ἔστιν τοῖς περιοίκοις, καὶ τοῖς μακράν που ἀπῳκισμένοις ὁ τόπος ἐπίσημός τε καὶ διαβόητος, καὶ πρὸς θεραπείαν τοῖς χρῄζουσι περισπούδαστος. Καὶ οὐκ ἐν ἐκείνῳ μόνον τῷ χώρῳ ἥ σοι δεδωρημένη καλλονὴ, καὶ χάρις ἰαματικὴ περιγέγραπται, ἀλλὰ καὶ τοῖς πανταχῆ τῆς οἰκουμένης μετὰ θερμῆς σοι προσιοῦσι τῆς πίστεως, καὶ τὸ σὸν ἐτήσιον ἐκτελοῦσι μνημόσυνον, τὰ λοιμώδη θεραπεύεται τραύματα, καὶ πάσης ἡλικίας ἡ ἀηδὴς φυγαδεύεται σκῆψις καὶ ὄχλησις, ἐνέργειαί τε δαιμονιώδεις τοῖς σοῖς ἐμβριμήμασιν ἀπελαύνονται· οὐ μὴν ἀλλὰ καὶ πάντων ἐκλυτροῦνται κινδύνων καὶ περιστάσεων, οἵ σε πρὸς ἄμυναν ἐπίκουρον προσκαλούμενοι. κγʹ. Μὴ τοίνυν λείπῃς, ἁγνὴ ἀειπάρθενε, τοὺς σοὺς ἐποπτεύουσα συμπαθεῖ τῷ βλέμματι πρόσφυγας, ἀλλὰ καὶ τὸν τουτί σοι προσπεφωνηκότα εὐτελὲς, καὶ ἐξίτηλον τῆς εὐφημίας λογίδριον, παραπολὺ μὲν τῆς σῆς ὑπερφεροῦς ἀξίας ἀπολειπόμενον, εὐτελοῦς δὲ προθυμίας οὐκ ἔλαττον αὐτῷ πεφροντισμένον πρὸς δύναμιν, ἀσμενῶς τῆς προαιρέσεως ἀποδέξω, καὶ συμπαθῶς ἐπικαμπτομένη καὶ ἐπινεύουσα, τὸ βραχύτατον δῶρον προσίεσο, ὡς ὁ σὸς νυμφίος Χριστὸς τὰ δύο λεπτὰ παρὰ τῆς πενιχρᾶς χήρας προσήκατο, οὐ τῇ τοῦ διδομένου ποσότητι, τῆς προσφερούσης δὲ γνώμης προσεσχηκὼς τῇ ποιότητι. Εὕροιμι δέ σε καὶ τῶν ἐμῶν ψυχικῶν καὶ σωματικῶν μωλώπων προσηνῆ θεραπεύτριαν, καὶ πάσαις ταῖς περιστατικαῖς θλίψεσι ἑτοιμοτάτην προστάτιδα· καί μου τῶν παθῶν στήσοις γαληνῶς τὰς ὁρμὰς, καὶ σκιρτήματα, ἵνα καὶ τὸν βίον πρὸς ἃ δεῖ ῥυθμίσας, καὶ τὸν κοσμικὸν ἀναχειμάστως περαιώσας κλύδωνα, πρὸς ζωὴν τὴν ἀγήρω, καὶ λιμένα σωτήριον προσορμίσας, τύχοιμι διὰ σοῦ ἐπὶ τοῖς ἀμέτροις πλημμελήμασι, τοῦ κοινοῦ καὶ εὐσπλάγχνου κριτοῦ, ἀφιέντος μᾶλλον καὶ συγχωροῦντος διὰ τὴν πρεσβείαν καὶ ἔντευξιν, ἤδη τὴν ἐμὴν ῥᾳθυμίαν ἐνδίκως καταψηφισαμένου καὶ κατακρίνοντος, πᾶσι δὲ τοῖς πίστει σου τὴν προσηγορίαν ἀγαπῶσι, καὶ τιμῶσι, καὶ δι' αἰδοῦς ἄγουσι, καὶ τῇ ἀντιληπτικῇ σου προσφεύγουσι πρεσβείᾳ, γένοιο, ὦ ἀθλοφόρε Βαρβάρα, καὶ καλλίνικε ἀοίδιμε, καὶ ἀείμνηστε, καὶ πανεύφημε μάρτυς, καὶ ἐννομοτάτη ἀθλήτρια, τῆς τῶν οὐρανῶν βασιλείας πρόξενος, καὶ ἐν πάσῃ λυπηρᾷ συμβάσει ὑπέρμαχος, καὶ πρέσβυς ἀκαταίσχυντος πρὸς τὸν πανάγαθον Χριστὸν τὸν Θεὸν ἡμῶν, μεθ' οὗ τῷ ἀνάρχῳ, καὶ ἀγεννήτῳ, καὶ προσκυνητῷ Πατρὶ, ἅμα τῷ ὁμοουσίῳ, καὶ ζωαρχικῷ Πνεύματι, δόξα, τιμὴ, προσκύνησις, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.